Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ

γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν[*](τινῶν] τινὶ Doehnerus) μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι[*](Duebnerus: ἐπικαταδαρθῶσι), παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα[*](καὶ ἅμα] malim ἅμα καὶ) τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές[*](παρέχουσι πάσχοντες Huttenus: παρασχόντες) τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ[*](ἐλάττω X) προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν[*](τὸ δὲ πεινῆν Turnebus) ποιοῦσιν[*](ποιεῖ idem)· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι[*](ἐπιστύφουσαι Iunius) καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .