Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν[*](Turnebus: στρατιωτικῶν) δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ[*](ἀκαδημίᾳ) μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν ὁ Ἴων[*](Ἰων Bergk. 2 p. 257)τραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν[*](μεθʼ ἡμέραν *: μεθʼ ἡμέραν οὖν Incipit apodosis) ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο[*](τοῦτο] τούτου W. cf. p. 89 b) τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων[*](τῶν ποθέντων ἢ βρωθέντων Doehnerus: τῶν ποθούντων) ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν[*](Duebnerus: κνίσσαν) ἐναπολειπομένην

προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν[*](ἑστιᾶν W: εἰς αἰτίαν Ordo verborum esse vid. παρέχουσι τοῖς αὐτοῖς (i.e. τοῖς παροῦσι) ἑστιᾶν οὐχ ἧττον τοὺς ἀπολειφθέντας ἀκ. καὶ μεταλ.) παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας· ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα[*](R: γινόμενα) καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς[*](M: παιδείας) σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον[*](*: κατέλιπον) παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.