Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον[*](em. Turnebus: ἐξεφλυάριζον) τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς Μέστριος[*](Vulcobius: μέτριος) Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς

βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι[*](Anonymus: μετεῖναι), τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς[*](Θιβεῖς Hesychius: Θηβεῖς cf. Plin. H. N. 7, 2, 17 'in Ponto Thibiorum genus') προσαγορευομένους ἱστορεῖ Φύλαρχος[*](Φύλαρχος] Mueller. 1 p. 354) οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας[*](οἱ μιγάδας οἰκέτας Valesius) ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων
πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα[*](ψηχόμενα Doehnerus: ψυχόμενα) καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.

καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς[*](αὐτὸς X: αὐτοῖς) ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς[*](*: ἀπορροίας) τῶν σωμάτων ἀφικόμενος· καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπʼ αὐτῶν προσπεσόντων[*](προπεσόντων mei) πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφʼ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς[*](*: ἀπορροίας);. · μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι· πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν[*](αὐγὴν Turnebus: αὐτὴν) ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν διʼ αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖς τε γὰρ συμμέτροις[*](συμμέτροις] οὐ μετρίοις M. Malim οὐ μετρίαις vel ἀσυμμέτροις) καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται· καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν,

ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἑλκόμενον[*](ἑλκόμενον W: ἐρχόμενον. Num ἐγχεόμενον?) εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν· τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτʼ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει[*](ἐκτήκει Psellus: ἐντήκει) καὶ ἀπόλλυσι μεθʼ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν· οὔτε γὰρ ἁπτομένοις οὔτʼ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μη Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι[*](idem: ἀντιβλέψωσι), πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν· ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται· τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθʼ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον[*](ἔκλιπτον (ἔκλειπτον E) mei. Num ἔκλειπτον ab ἐκλείβω?), ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως· ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ[*](*: χαράδριοι) τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλʼ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν·
οὐ φθονοῦντες·, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπʼ αὐτῶν ἰάσεως ἀλλʼ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δʼ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες· οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν.

καὶ μάλʼ ἔφη λέγεις ὀρθῶς ὁ Πατροκλέας ἐπί γε τῶν σωματικῶν τὰ δὲ[*](τὰ δὲ Turnebus: τάδε) τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθʼ ἔφην ὅτι πάσχουσʼ ἡ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι· λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις· ὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες[*](corr. X: διατιθέντες) ἀπερείδωσι τὰς ὄψεις, αἱ δʼ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι[*](σπάσωσι) τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν[*](Turnebus: προπίπτωσιν), οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδʼ ἄπιστον, εἰ κινοῦσι[*](εἰ κινοῦσι M: ἐκείνους ὃ) τοὺς προσορωμένους· καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετʼ

ὀργῆς δακνόντων· καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι· καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθʼ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.

καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ[*](αὐτὰς R) δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας

  1. καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι[*](καλαὶ φόβαι Emperius: καὶ φόβαι) Εὐτελίδαο·
  2. ἀλλʼ αὑτὸν[*](αὑτὸν X: αὐτὸν) βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ
  3. δίνῃ ἐν ποταμῷ[*](idem: δινήεντι ποταμῷ)· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής[*](ἀεικής] puncta add. Duebnerus)---
ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι[*](παθόντι mei) πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ
τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας[*](*: εὐρεσιλογίας) πρὸς τὰς τοιαύτας ἀτοπίας.

ἄλλως μέν ἔφην[*](ἔφην Vulcobius: ἔφη)οὐ[*](οὐ W: καὶ) μάλʼ ἱκανῶς· πίνων δ̓ ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως· λέγω δʼ ὅτι[*](δὲ ὅτι idem: διότι) τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς· αὗται δʼ, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐδὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. ἡ γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν· ὥστʼ οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται· κινούμενοι δʼ οὕτως ὃ πεφύκασιν οὐχ ὃ βούλονται ποιοῦσιν. ὡς γὰρ ἡ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς ὁ[*](ὁ R: ἡ) κύλινδρος ἀναγκάζετει κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως[*](*: οὕτως) τὸν οὕτω[*](οὕτω del. R) φθονερὸν ἡ διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον· διὸ καὶ

βλάπτουσι μᾶλλον. ὁ δὲ βέλτιστος Εὐτελίδας καὶ[*](καὶ M: ὃ καὶ) ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἡ ἐπʼ ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην[*](Ἱπποκράτην] Aphor. 3, 1), καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον· ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ[*](καὶ Vulcobius) βέλτιον ἢ προσεδόκων ἔχοντας ἑαυτοὺς; ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα τῆς μεταβολῆς, ἐγγὺς εἰσι καταφερόμενοι[*](καταφερόμενοι *: καὶ φερόμενοι) ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν. τοῦτο δὲ γίγνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν ἤ τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων ἀναπνεῖ γὰρ ἐπʼ αὐτοὺς τοὺς ὁρῶντας, ὥσθʼ οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι[*](verba τοῦτο δὲ γίνεται - - αὐτοὺς κακοῦσθαι transponit post μεγαλοπρεπῶς (p. 206, 3) E. Grafius). τοῦτο δʼ ἴσως καὶ περὶ τὰ παιδία γιγνόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων.

ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου[*](Δημοκρίτου] Mullach. 1 p. 258. 259) ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων[*](῞ὥσπερ Αἰγιέων] Mueller. 2 p. 51) ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ

κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν[*](νυκτῶν Herwerdenus: βυκτῶν οὐσῶν) ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.