Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἡ πίτυς ἐζητεῖτο καθʼ ὃν λόγον ἐν Ἰσθμίοις[*](ἰσθμοῖς mei) στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς[*](ἡμᾶς Turnebus: ἡμῖν) Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς· λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, διʼ οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον[*](corr. X: λεγομένων) ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δʼ ἡμῖν[*](δʼ ἡμῖν *: δέ μιν) μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι·

καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος[*](Ἀπολλόδωρος] om. Mueller. 1 p. 428) οἴεται παράλιον φυτὸν οὖσαν οὐδʼ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ[*](αὕτη *: αὐτὴ) καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον[*](ʽἡδύοινον Turnebus: ἡδὺ οἶνον) τὴν· ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν[*](συνεκπέπτειν mei) τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον
οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον[*](εὔποτον W: ἐμποιεῖ(ν)) παρίστησι ταχέως ἐξαιροῦντα[*](ib. ἐξαιροῦντα Madvigius: ἐξαιρῶν) τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.

ὡς δὲ ταῦτʼ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοις[*](Ἐλευθέριος R)ὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς[*](δὲ τοῖς] αὐτοῖς mei) σελίνοις ἐστέφοντο; καὶ τοῦτʼ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος

  1. τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου
  2. [*](cf. Kock. 3 p. 438)
  3. ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.
ἱστορεῖ δὲ καὶ Τίμαιος[*](Τίμαιος] om. Mueller. (1 p. 193 sqq.)) ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ[*](τινες οὐ] τινες ὄνοι R. ἡμίονοι διὰ μέσου? cf. Vit. Timol. c. 26) σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον[*](ἐπικήδειον Duebnerus: ἀνεπιτήδειον) εἶναι, καὶ τοὺς[*](καὶ τοὺς] καὶ τὸ mei) ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων[*](φαμένων *: φαμὲν ὡς), ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ[*](Ἰσθμοῖ Turnebus: ἰσθμοῖς) σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν
ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ[*](scripserum cum Madvigio δηλοῖ κεραμεᾶν ἀμύστιδα βεβυσμένην σελίνῳ. Accusativus ἀμύστιδα (pro ἄμυστιν) non est alienus a more Plutarcheo, cf. ex. c. Λευκομάντιδα p. 766d)· σύγκειται δʼ οὕτω
  1. χθὼν ἡ παλὰς γῆ[*](χθὼν ἡ παλὰς γῆ] ἡ κωλιὰς γῆ Madvigius. Memoranda est etiam vetus ut vid. correctio χθων ἡ πελασγὴ), πυρὶ κατῃθαλωμένη
  2. κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ[*](θοοῦ codd.),
  3. ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα.
[*](ἦ Turnebus: ἢ (ἧ P)) ταῦθʼ εἶπεν οὐκ ἀνεγνώκαθʼ ὑμεῖς οἱ[*](ἀνεγνώκατε ὑμεῖς οἱ Madvigius: ἀνέγνω κατευμαί σοι) τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν[*](δὴ στέμμα τῶν Bryanus: δὲ στεμμάτων) Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους[*](οὖν τοὺς νέους idem: οὐ νέους) ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος

ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον[*](*: ὦ Ποσειδῶν)· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον[*](em. Turnebus (P): ἀπέλαβον) ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος[*](στέφανος S) ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον[*](ὡς ἱερὸν ἐπιτήδειον] ὡς ἱεροῖς ἀνεπιτήδειον R. καί (=ὡς) περ ὢν ἐπικήδειος?)· εἶτα

μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα
  1. κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι[*](ἐπʼ αἰλίσι πιτύεσσι] ἐπʼ αἰγιαλῖσι πίτυσσι S. cf. Paus. 2, 1, 3. ὑπʼ αἰτεινῇσι πίτυσσι?)
  2. κάτθεσαν, ὁκκότε[*](ὁκκόθε R) δὴ στεφάνων[*](στεφάνους idem. malim στεφάνωμʼ) ἄθλοις φορέονται.
  3. οὐ γάρ πω τρηχεῖα λαβὴ[*](λαβὴ Turnebus: λάβη mei) κατεμήσατο[*](καταμήσατο Duebnerus) χειρῶν
  4. μήνης[*](Μήνης idem: μίμης (μήμης P)) παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ,
  5. ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο·
Καλλίμαχον[*](Καλλίμαχον] fr. 103 ed. Schneideri) δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου
  1. καί μιν Ἀλητιάδαι[*](em. Bentleius: ἀλητίδαι), πουλὺ γεγειότερον
  2. τοῦδε παρʼ Αἰγαίωνι[*](em. Bachmannus: παρἀγεῶνι E. παρʼ αἰγέωνι P) θεῷ τελέοντες ἀγῶνα,
  3. θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος,
  4. ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν,
  5. ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ.
ἔτι δʼ οἶμαι Προκλέους[*](Turnebus: περικλέους) ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου
στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ[*](*: ἀκαδημίᾳ)Εενοκράτει συσχολασάντων.