Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν;ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρʼ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.

ἐγὼ μὲν τοίνυν εἶπεν ὁ Καλλίστρατος οἶμαί τινα τιμὴν τὸ ζῷον ἔχειν παρὰ τοῖς ἀνδράσιν· εἰ δὲ δύσμορφον ἡ ὗς καὶ θολερόν, ἀλλʼ οὐ[*](ἀλλʼ οὐ Turnebus: 3-5 Vd 8 E) κανθάρου καὶ γυπὸς[*](γυπὸς W: γρυ 5 Vd 8 E. γρύλλου Turnebus, sed cf. p. 1096 a: κάνθαροι καὶ γῦπες) καὶ κροκοδείλου[*](καὶ κροκοδείλου Basileensis: ἐκκροκοδείλου) καὶ αἰλούρου[*](αἰλούρου eadem: 5 Vd 8 E υρου) τὴν ὄψιν ἀτοπώτερον[*](ἀτοπωτάτην mei) ἢ τὴν φύσιν ἀμουσότερον[*](ἀμουσότερον] μυσαρώτερον Hirschigius) οἷς ὡς ἁγιωτάτοις ἱερεῖς Αἰγυπτίων ἄλλοις[*](ἄλλοις Basileensis) ἄλλοι προσφέρονται. τὴν δʼ ὗν ἀπὸ χρηστῆς αἰτίας

τιμᾶσθαι[*](scripsi cum Madvigio: ἀποχρηστῆσαι καὶ τιμᾶσθαι cf. Symb.) λέγουσι· πρώτη γὰρ σχίσασα τῷ προύχοντι τῆς ὀρυχῆς[*](τη-ς ὀρυχῆς] τοῦ ῥύγχους R), ὥς φασι, τὴν γῆν ἴχνος ἀρόσεως ἔθηκε καὶ τὸ τῆς ὕνεως ὑφηγήσατο ἔργον· ὅθεν καὶ τοὔνομα γενέσθαι τῷ ἐργαλείῳ λέγουσιν ἀπὸ τῆς ὑός. οἱ δὲ τὰ μαλθακὰ καὶ κοῖλα τῆς χώρας Αἰγύπτιοι γεωργοῦντες οὐδʼ ἀρότρου δέονται τὸ παράπαν ἀλλʼ ὅταν ὁ Νεῖλος ἀπορρέῃ καταβρέξας τὰς ἀρούρας, ἐπακολουθοῦντες[*](ἐπακολουθοῦντες add. καὶ σπείροντες Doehnerus) τὰς ὗς κατέβαλον[*](εἰσέβαλον Hirschigius coll. Herod. 2, 14) αἱ δὲ χρησάμεναι πάτῳ καὶ ὀρυχῇ ταχὺ τὴν γῆν ἔστρεψαν ἐκ βάθους καὶ τὸν σπόρον ἀπέκρυψαν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ διὰ τοῦτό τινες ὗς οὐκ ἐσθίουσιν, ἑτέρων ζῴων μείζονας ἐπʼ αἰτίαις γλίσχραις, ἐνίων δὲ καὶ πάνυ γελοίαις, τιμὰς ἐχόντων παρὰ τοῖς βαρβάροις[*](post βαρβάροις lac. 2 Vd). τὴν μὲν γὰρ μυγαλῆν[*](μυγάλην vel μεγάλην mei) ἐκτεθειάσθαι λέγουσιν ὑπʼ Αἰγυπτίων τυφλὴν οὖσαν, ὅτι τὸ σκότος τοῦ φωτὸς ἡγοῦντο πρεσβύτερον τίκτεσθαι δʼ[*](δέ R) αὐτὴν ἐκ μυῶν πέμπτῃ γενεᾷ νουμηνίας οὔσης· ἔτι δὲ μειοῦσθαι τὸ ἧπαρ ἐν τοῖς ἀφανισμοῖς τῆς σελήνης. τὸν δὲ λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν, ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος· κοιμᾶται δʼ ἀκαρὲς χρόνου καὶ ὑπολάμπει τὰ ὄμματα καθεύδοντος· κρῆναι δὲ κατὰ χασμάτων[*](em. Ex. Turnebi: κρῆναι δὲ καὶ κατασχάμματα τῶν) λεοντείων ἐξιᾶσι κρουνούς, ὅτι Νεῖλος ἐπάγει νέον ὕδωρ ταῖς Αἰγυπτίων ἀρούραις, ἡλίου τὸν λέοντα παροδεύοντος. τὴν δʼ ἶβίν φασιν ἐκκολαφθεῖσαν εὐθὺς ἕλκειν δύο
δραχμάς, ὅσον ἄρτι παιδίου γεγονότος καρδίαν· ποιεῖ δὲ τῇ τῶν ποδῶν[*](πόνων mei) ἀποτάσει πρὸς ἀλλήλους[*](ἄλλους iidem) καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον τρίγωνον. καὶ τί ἄν τις Αἰγυπτίους αἰτιῷτο τῆς τοσαύτης ἀλογίας, ὅπου καὶ τοὺς Πυθαγορικοὺς ἱστοροῦσι καὶ ἀλεκτρυόνα λευκὸν σέβεσθαι καὶ τῶν θαλαττίων μάλιστα τρίγλης καὶ ἀκαλήφης ἀπέχεσθαι, τοὺς δʼ ἀπὸ Ζωροάστρου μάγους τιμᾶν μὲν ἐν τοῖς μάλιστα τὸν χερσαῖον ἐχῖνον, ἐχθαίρειν δὲ τοὺς ἐνύδρους μῦς καὶ τὸν ἀποκτείνοντα πλείστους θεοφιλῆ καὶ μακάριον νομίζειν; οἶμαι δὲ καὶ τοὺς Ἰουδαίους, εἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν, ὥσπερ οἱ μάγοι τοὺς μῦς ἀποκτείνουσι· νῦν δʼ ὁμοίως τῷ φαγεῖν τὸ ἀνελεῖν ἀπόρρητόν ἐστιν αὐτοῖς. καὶ ἴσως ἔχει λόγον, ὡς τὸν ὄνον[*](ὄνον Basileensis: ὄνον δὲ) ἀναφήναντα πηγὴν αὐτοῖς ὕδατος τιμῶσιν, οὕτω καὶ τὴν ὗν σέβεσθαι σπόρου καὶ ἀρότου διδάσκαλον γενομένην εἰ μή[*](εἰ μὲ X), νὴ Δία, καὶ τοῦ λαγωοῦ φήσει[*](em. R: φησί) τις ἀπέχεσθαι τοὺς ἄνδρας, ὡς μυσαρὸν καὶ ἀκάθαρτον δυσχεραίνοντας τὸ ζῷον.

οὐ δῆτʼ ἔφη[*](οὐ δῆτα ἔφη idem: ουδ 6-8 Vd) ὁ Λαμπρίας ὑπολαβών ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται[*](φείδονται Doehnerus: 2-3 Vd 6 E) διὰ τὴν πρὸς τὸν μένον ὑπʼ αὐτῶν μυ ---[*](lac. 4 Vd 7 E) στα θηρίον ἐμφερέστατον[*](διὰ τὴν πρὸς - ἐμφερέστατον] διὰ τὴν πρὸς τὸν ὄνον τιμώμενον ὑπʼ αὐτῶν μάλιστα θηρίων ἐμφέρειαν Frankius). ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς

ὄνος[*](πάχους ἐνδεὴς ὄνος Doehnerus: τάχους ἐν δεινοῖς) εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν[*](em. R: ἀλμυρὸν) ἔοικε θαυμασίως· ὥστε μηδὲν[*](μηδὲ] del. Doehnerus) οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός[*](ἄτρυτος] ἄγρυπνος Ruhnkenius) ἐστιν αὐτῶν[*](αὐτῷ R), ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ[*](οὖς λαγωοῦ idem: τοὺς λαγωοὺς) γράφοντες. τὸ δʼ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν[*](δοκοῦσιν S: 3-4 Vd 12 E κουσιν), ὅτι μάλιστα ---[*](lac. 3 Vd 7 E. Supplet οἱ Ἀσιανοὶ βάρβαροι Doehnerus. Malim πάντων) οἱ βάρβαροι τὰς ἐπιλευκίας[*](ἐπιλευκίας] ἐπι 5-7 Vd λευκίας. Sed fort. nulla est lac. propter proximas margines (2-3 + 3-4)) καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν[*](πᾶσαν] ἐξ ἂν mei) δʼ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων[*](ἐξανθησάντων mei) ὁρῶμεν· ἃ δή, καχεξίας τινὸς ἐγγενομένης[*](em. R: ἐκγεγομένης) τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ[*](τὰ idem: μετὰ) τὴν γένεσιν καὶ
τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι[*](ἐγκεκλᾶσθαι mei) καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι, φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι· τὸν δʼ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ?) Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι· καὶ Φανοκλῆς[*](Φανοκλῆς] cf. Stob. Flor. 64, 14), ἐρωτικὸς ἀνήρ, ὧδέ που[*](ου 1-2 Vd δήπου (Vd) vel οὐ δήπου mei) πεποίηκεν
  1. εἰδὼς[*](εἶδος Emperius) θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος
  2. ἥρπασεν, ἠγαθέην Κύπρον[*](Κύπρον Amyotus: κύπριν sed cf. Hom. E 330) ἐποιχόμενος.