Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος

Σενεκίων· καὶ πολλῶν ---[*](lac. 3 Vd 4 P. Fort. transponendo supplendum: ἄλλων τε πολλῶν λόγων) ἄλλων τε τῇ τόθʼ ἑορτῇ μάλα πρεπόντων παρέσχεν[*](παρέσχεν S: 3-4 Vd 9 E. λόγων παρεσ́χεν Duebnerus) ἀφορμὰς καὶ περὶ τῆς αἰτίας[*](τῆς αἰτίας S: τη 5 Vd 8 E ας), διʼ ἣν πλεῖστοι τῶν ἄλλων[*](ἄλλων] fort. ἀνθρώπων cum R i. e. ἀνων) ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς[*](αὐτῆς] ταύτης aut εἶς τις R) τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος[*](Ἑκαταῖος] Mueller. 2 p. 396 em. X: ἀβαρρήτης) ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς[*](corr. R: παρασκευῇ) γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν[*](ἐπισυνάπτουσιν] fort. ἐπισυνάπτ[οντας ἐπισκώπτ]ουσιν vid. Symbolae)· ὡς ὁ Μένανδρος[*](Μένανδρος] cf. Kock. 3 p. 230) πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ---[*](prior lac. 3-4 Vd 4-5 E P posterios 3-5 Vd 3 P) ωπον δεινῶς --- οὐ πρᾶγμα νύμφης λέγεις.

ἀλλʼ ὅπως[*](ὅπως] ὅμως mei) μή, τὸ ῥᾷστον[*](τὸ ῥᾷστον R: 4-5 Vd 9 E), ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι[*](ἀποφαίνομαι R: ἀποφαῖνον) πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως

ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας[*](θύοντες mei) θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος[*](Ὁμηρος] Σ 495) καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς[*](αὑτοῖς *: αὐτοῖς) παραλαμβάνουσιν.

ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο[*](κἀκεῖνο] add. δὲ R) πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνιόντων δυεῖν[*](δυσίν mei), ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι[*](ἔτι Turnebus: ἐπεὶ) πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ[*](δὲ Anonymus: δὴ) γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.