Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς· ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν[*](ὑιάμπολιν (ἰαμπολιν E) mei) ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς[*](em. R: νεανικῶς). ἰδὼν δὲ τῶν παιδίων τῶν[*](τῶν παιδίων τῶν W: τὸ παιδίον) ἅμα τῷ Φιλίνῳ[*](Φιλίνῳ Amyotus: φίλωνι) τὸ νέον[*](τὸ νέον R: τὸν νέον) ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ὦ Ἡράκλεις ἔφη τοῦτʼ ἄρʼ ἦν τὸ λεγόμενον

ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι·
[*](cf. Athen. p. 457 b) καὶ ἀνεπήδησεν[*](corr. Basileensis: ἀντεπήδησεν) οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθʼ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. ἐμοῦ δʼ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων οὐ γὰρ ἐμεμνήμην εἶπεν ὁ Φίλων ὅτι Σώσαστρον[*](Σώστρατον X. Σωσίστρατον R. Cf. Athen. p. 44 c) ἡμῖν ὑποτρέφει[*](ὑποτρέφειν mei) ὁ Φιλῖνος, ὅν φασι
μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτʼ ἐδέσματι πλὴν[*](πλὴν *: πλὴν ἢ) γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλʼ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δʼ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος, εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις[*](em. S: ἀναιμάτοις) καὶ ἀψύχοις[*](καὶ ἀψύχοις W: 6-7 Vd 11 E χοις) τροφαῖς, οὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι[*](οὐκ ἂν εἰς μακρὰν - λέγουσι *: οὐκ ἄκραν ἀπόδειξιν ἔχει ἐν ἀέρι καὶ δρόσῳ λέγουσι cf. Aristot. 532, 13b), καθάπερ οἱ τέττιγες σιτούμενον.ἡμεῖς μὲν οὖν ὁ Φιλῖνος εἶπεν ἠγνοοῦμεν Ἑκατομφόνια[*](corr. S: ʽἑκατονφονια M: δειπνήσαντες) δειπνήσοντες, ὥσπερ ἐπʼ Ἀριστομένους· ἐπεὶ παρῆμεν[*](em. Leonicus: ἐπαριστουμένους· ἐπεὶ παρʼ ἡμῖν) ἂν ὄψα[*](ἂν ὄψα M: ἄνοψα) τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι, καὶ ταῦτα, σοῦ[*](σοῦ W: οὐ) πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτʼ ἐστὶ καὶ[*](ἐστι καὶ *: ἐστιν ἢ (εἰσὶ καὶ W)) εὐπόριστα[*](εὐπόριστα] εὐδιαφόρητα Hirschigius) καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα διαφθείρει σου Φιλῖνος ἔφη τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλʼ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπέρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν.

ἐπεὶ δʼ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν

προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, οὐκ ἐμός εἶπεν ὁ μῦθος ναυξκ. π. 511 ἀλλʼ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. δεύτερον[*](δεύτερον δʼ?), οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσι. δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων. κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατον[*](em. Turnebus: εὐωδέστατον) ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν[*](W: μεταβάλλει sed malim μεταβαλεῖν) τὸ ἀφελὲς καὶ μονοειδές. αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερον[*](πικρότερον Madvigius. περιττότερον Bruhnius) προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος, οὐ ῥᾳδίως μίαν οὐδʼ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλʼ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον. ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα
μεθύσκουσιν, ἀπεψίᾳ δʼ οἴνου προσέοικεν ἡ μέθη. διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες· ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸ[*](τὸ R) ἀνώμαλον. ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷς[*](αἷς X) οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. ἐγὼ δʼ ἐκεῖνο ἔχω εἰπεῖν[*](ἐκεῖνʼ εἰπεῖν ἔχω Benselerus), ὅτι μᾶλλον ἂν ---[*](lac. 3-4 unus Vd dat. Fort ἀνοις (pro ἂν) i. e. ἀνθρώποις scribendum) ἐκ λόγων ὑπεναντίων γένοιτʼ ἂν πίστις καὶ συγκατάθεσις[*](Turnebus: κατάθεσις) ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. εἰ δὲ δὴ[*](δὴ R: μὴ) δοκῶ παίζειν, ταῦτʼ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶ[*](ἐπεὶ W: ἐπὶ) ποικίλῃ[*](ποικίλῃ *) ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τε[*](τε *) πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖ[*](δεῖ idem: καὶ δεῖ) τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλʼ ἀγομένην ἐπʼ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον[*](τὸ μέτριον Turnebus: 4 Vd 6 E) καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης[*](*: ὥσπερ ὁ πύλης (ὡς 1-2 Vd P πύλης) cf. p. 93 d) τρόφιμος ---[*](lac. 4 Vd 16 E. Fort. καθήμενος vel καθεζόμενος) νος
  1. ἕτερον ἀφʼ ἑτέρας[*](ἀφʼ ἑτέρας] sc. χειρός. Vd dat ἐφ ετέρας ἰέμενος unde scripserim ἐφʼ ἑτέρῳ vel ἐφʼ ἑτέροις αἰρόμενος cf. p. e.) ἰέμενος
  2. ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ[*](ἄγρευμʼ - ψυχᾷ * ex p. l.: ἄγρευμα ἀν συνηδομεναι ψυχαὶ),
  3. τὸ νήπιον[*](τὸ νήπιον p. eadem: 2-3 Vd 14 E μηπιον) ἄπληστος ἐών[*](ἀπληστος ἐών] malim ἄπληστον ἔχων. Cf. Nauck. p. 595)
ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους[*](Σωκράτους] Xen. Comment. 1, 3, 6) ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσα[*](ὅσα *: οἶα) τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλʼ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν[*](ὑγίειαν * hic et infra: ὑγείαν) εὐθείας ἐκβιβάζουσι[*](em. R: ἐκβιάζουσι).

τοῦ δὲ Φιλίνου ταῦτʼ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν[*](τὴν ἡδονὴν?) διιστάντας ἀπὸ τῆς

ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον[*](οὐχὶ δὲ μᾶλλον R) συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δʼ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα[*](ἐξαμαυροῦντα mei) τἀλλότριον[*](ib. *: τὸ ἀλλότριον). ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθʼ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα[*](τὰ ἱστία ἑκάτερα] τὰ ἀκάτια Doehnerus coll. p. 1094) δἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα[*](*: πειρώμεθα) τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρʼ Εὐπόλιδος[*](Εὐπόλιδος] Kock. 1 p. 261) αἶγες
ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι
  1. βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε
  2. πτόρθους[*](πορ́θους mei) ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλα[*](τούτοισι γε θαλλὸν Meinekius )[*](ἔτʼ ἄλλα X: ἔτʼ 3-4 Vd E)
  3. κύτισὸν τʼ ἠδὲ[*](X: κύτισον τʼ ἠδεφα 6-7 Vd) σφάκον εὐώδη καὶ σμίλακα τὴν[*](τὴν X) λύφυλλον,
  4. κότινον, σχῖνον[*](σχῖνον Macrobius. 7, 5, 9: ἐχῖνον), μελίαν, λεύκην[*](λεύκην Kockius: πεύκην Macrobius. om. Plut. libri), ἀρίαν[*](ἀρίαν Lobeckius: ἀλίαν Macrob. om. libri. Plut.), δρῦν, κιττόν, ἐρίκην[*](ἐρίκην Kockius: ἐρεικην),
  5. πρόμαλον, ῥάμνον, φλόμον[*](φλῶμον mei), ἀνθέρικον, κισθόν, φηγόν, θύμα[*](θύμα Macrobius), θύμβραν.
τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος[*](Ὁμηρος] A 50) ἀθετεῖ μᾶλλον[*](μᾶλλον] μάλα R) ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δʼ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην[*](κορώνην] 3 Vd 7 E), ἃ δὴ παμφάγα τʼ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς[*](καλῶς] κακῶς?); ἐποίεις
τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν[*](διαιρεῖν] sanum vid. cf. p. 689 d) τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε[*](εἴτε] respondet εἶτε lin. 18) γὰρ ἐξ ὁμοίων[*](ὁμοίων] ὁμοίων καὶ ἀνομοίων R. ἀνομοίων W.) ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς[*](εἰς W: καὶ εἰς) τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους
  1. ὡς γλυκὺ μὲν γλυκὺ[*](μὲν γλυκὺ Macrobius: μὲν ἐπὶ γλυκὺ) μάρπτε, πικρὸν δʼ ἐπὶ πικρὸν ὄρουσεν,
  2. ὀξὺ δʼ ἐπʼ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω[*](ὀξὺ - λαβέτω (λαβετως Vd)] ὀξὺ δʼ ἐπʼ ὀξὺ ἔβη, θερμὸν δʼ ἐποχεύετο θερμῷ Macrobius. Fort. ὀξὺ δʼ ἐπʼ ὀξύ, ἀτὰρ μαλερὸν μαλεροῦ λάβε[τʼ αὔ]τως)
--- δὲ καὶ ἄλλου ---[*](prior lac. 4 E nulla Vd P, altera 3-4 Vd 5 P nulla in E. Fort. [οὕτω] δὲ καὶ ἄλλου [τινὸς vel τῶν ὀμοίων] ἐπὶ τὸ πρόσφορον μέρος ἰόντος, τῇ θερμότητι τῇ ἐν τῷ πνεύματι cett.) ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. εἴτε[*](em. R: εἴ γε) μὴ τοῦτʼ ἐστίν, ἀλλʼ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ
ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δʼ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον[*](*: τὸ ἐναντίον) μίξει τὰς ποιότητας ἀπομαραινομένας. εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε[*](em. Leonicus: δʼ ἐλέγχει) τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ[*](τἀπὸ *: τὰ ἀπὸ) γῆς καὶ θαλάττης εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συγκεραννύντος[*](συγκεραννύντας) καλὸν γὰρ ταῦτʼ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον[*](κιθάριον mei), ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον[*](εὐστομον M) καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δʼ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δʼ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδʼ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ
καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγʼ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν· · ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθʼ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον[*](κύαμον *: κύμινον cf. Leutsch. II p. 275), ὅτι τὸ μὲν ποικίλον ἥδιόν[*](ἥδιον S) ἐστι, τὸ δʼ ἣδιον εὐορεκτότερον[*](εὐορεκτότερον S: εὐο 7-8 Vd 10 E τερον) ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς[*](τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς *: τὴν ὑπερ 5-6 Vd 10 E αναφέλης. In Vd sequitur lac. 2 litt. quae propter marg. nulla esse vid.) ·; ης· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δʼ ἀνόρεκτον πλανώμενον[*](πλανώμενον M: 5-6 Vd E) καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπʼ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι[*](ἐκεῖνο δέ μοι?) μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις[*](ἐν ἀβυρτάκις Vd ἐναβυρτακϊς E ἐν ἀβυρτάκοις P) καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ
ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων[*](Πλάτων] Rep. p. 372 c) παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα[*](em. Plato: ὀψίματα) παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.