Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς· ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν[*](ὑιάμπολιν (ἰαμπολιν E) mei) ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς[*](em. R: νεανικῶς). ἰδὼν δὲ τῶν παιδίων τῶν[*](τῶν παιδίων τῶν W: τὸ παιδίον) ἅμα τῷ Φιλίνῳ[*](Φιλίνῳ Amyotus: φίλωνι) τὸ νέον[*](τὸ νέον R: τὸν νέον) ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ὦ Ἡράκλεις ἔφη τοῦτʼ ἄρʼ ἦν τὸ λεγόμενον

ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι·
[*](cf. Athen. p. 457 b) καὶ ἀνεπήδησεν[*](corr. Basileensis: ἀντεπήδησεν) οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθʼ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. ἐμοῦ δʼ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων οὐ γὰρ ἐμεμνήμην εἶπεν ὁ Φίλων ὅτι Σώσαστρον[*](Σώστρατον X. Σωσίστρατον R. Cf. Athen. p. 44 c) ἡμῖν ὑποτρέφει[*](ὑποτρέφειν mei) ὁ Φιλῖνος, ὅν φασι
μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτʼ ἐδέσματι πλὴν[*](πλὴν *: πλὴν ἢ) γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλʼ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δʼ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος, εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις[*](em. S: ἀναιμάτοις) καὶ ἀψύχοις[*](καὶ ἀψύχοις W: 6-7 Vd 11 E χοις) τροφαῖς, οὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι[*](οὐκ ἂν εἰς μακρὰν - λέγουσι *: οὐκ ἄκραν ἀπόδειξιν ἔχει ἐν ἀέρι καὶ δρόσῳ λέγουσι cf. Aristot. 532, 13b), καθάπερ οἱ τέττιγες σιτούμενον.ἡμεῖς μὲν οὖν ὁ Φιλῖνος εἶπεν ἠγνοοῦμεν Ἑκατομφόνια[*](corr. S: ʽἑκατονφονια M: δειπνήσαντες) δειπνήσοντες, ὥσπερ ἐπʼ Ἀριστομένους· ἐπεὶ παρῆμεν[*](em. Leonicus: ἐπαριστουμένους· ἐπεὶ παρʼ ἡμῖν) ἂν ὄψα[*](ἂν ὄψα M: ἄνοψα) τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι, καὶ ταῦτα, σοῦ[*](σοῦ W: οὐ) πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτʼ ἐστὶ καὶ[*](ἐστι καὶ *: ἐστιν ἢ (εἰσὶ καὶ W)) εὐπόριστα[*](εὐπόριστα] εὐδιαφόρητα Hirschigius) καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα διαφθείρει σου Φιλῖνος ἔφη τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλʼ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπέρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν.