Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια[*](em. Amyotus: πιθοινια) τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι

τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος[*](βεβαίως R). ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον[*](Turnebus: τοῦ δείπνου), ἐπαινουμένου[*](ἐπαινουμένου] εἰσαγομένου R) τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς[*](ὡς] πῶς Vulcobius) τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους[*](em. R: γλεῦκος) οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν[*](em. Vulcobius: προσελθοῦσαν). ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·
[*](Hom. ν 69) τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.

Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις[*](ἐνίοις] ἔναγχος Turnebus) γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν[*](γλεῦκος μιχθὴν scripsi cum Amyoto: γλυκὺς (prius ν in ras. Vd) μιχθεῖς cf. Aristot. p. 872 33b) οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει[*](ἔλεγεν Turnebus) τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν[*](ἐμεῖν W ex Macrob. 7, 7, 17), εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας

ἐμφαγεῖν ἔδοσαν[*](ἔδοσαν sc. οἱ ἰατροί mutata constructione). εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν[*](τὸν *) ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.

σφόδρʼ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν[*](εὐπόρησαν *: ηὐπόρησαν) ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε[*](ἥ τε] ἤτοι mei) βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fragm. 220) φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμἐνειν[*](συμβαίνειν Duebnerus) πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες[*](τὸ ὑδατῶδες] del. Hirschigius) ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δʼ ἐπίτασιν ποιεῖ[*](ἐπίτασιν ποιεῖ Wessely: ἐπὶ τὰ 6 Vd 10 E), ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος.

οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ

ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ[*](κατὰ Doehnerus coll. Plat. Phaedr. p. 262 b. cf. Aristot. 871, 12. 875, 30.) τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα[*](em. S:ἐπακολουθοῦντας ) ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;