Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον[*](Ἐπίκουρον] vid. Usener. p. 117), ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ[*](οὐχὶ πεζοὺς ἀλλʼ *: οὐχι 4-5 Vd 8 E cf. Xen. Symp. fin. et Aesch. Pers. 19 οἱ μὲν ἐφʼ ἵππων οἱ δʼ ἐπὶ ναῶν ι πεζοί τε βάδην) ἐφʼ ἵππων ἐπὶ συνουσίας[*](συνουσίᾳ?) πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου[*](Ἐπίκουρον] vid. Usener. p. 117) λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν[*](καὶ ἀνακρούσει R) ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα[*](κάκιστα S: μάλιστα)

δὲ τοὺς παρὰ[*](παρὰ Turnebus: περὶ) πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον[*](ἄτοπον R: ἄπορον) ἐν[*](ἐν] om. mei) δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι[*](παραλέξαιobiter narrare bene habet) μῦθον ἀμβλὺν[*](ἀμβλὺν ὄντα Doehnerus: ἀμβλύνοντα) ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ[*](ἐν οἴνῳ] bene habet) συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς[*](τοὺς R: τοῦ) Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς[*](em. Salmasius: διαμερισμοὺς) ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.

πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου[*](Ἐπικούρου] vid. Usener. p. 117) διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ[*](οὐκ Vulcobius) ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς

ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ[*](μὴ] om. mei) παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων[*](κἀκμοχλευομένων Usenerus) τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον[*](em. Doehnerus ἀνάδαστον) γίγνεσθαι τὸν ὄγκον[*](ὄγκον] οἴκον), ὥσπερ[*](ὥσπερ] ὥσπερ οἶκον probabiliter Huttenus) ἐκ θεμελίων γιγνόμενον[*](γιγνόμενον] κινούμενον Turnebus. σειόμενον Duebnerus. Nihil opus)· οὐδὲ γὰρ εὖ ῥεῖν[*](εὖ ῥεῖν] εὐρεῖν mei) τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην[*](em. W: συμπεφυρμένον) ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα[*](πνεύματα R) διεξιούσης καὶ φευγούσης[*](φευγούσης] σφυδούσης Usenerus), τὰ τοιαῦτα πράττειν, πρὶν[*](πρὶν R: ʽὑφʼ) ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις[*](lac. 5 Vd 3 P soli: ἴσως?)· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν[*](ἰατρικὸν Turnebus: πατρικὸν) λόγον. ὁ[*](ὁ] οὐ mei) γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός[*](em. M: ἀσθενέστερον) ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον[*](em. Doehnerus: ἄραβον) καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.