Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐπαινεσάντων δʼ ἡμῶν, τὸν Τρύφωνα, μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα διαλακτίζειν[*](διαλακίζειν Turnebus)· πλὴν ὅ τε[*](ὅ τε] ὅτι R) κιττὸς οὐκ οἶδʼ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι

λεγόμενος τὸν ἄκρατον· ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς; αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦθαι· τὸ δὲ κλῆμα λέγουσιν αὐτοῦ σπώμενον ὥσπερ τἀν πυρὶ[*](τἀν πυρὶ Doehnerus: τὰ πυρὶ) ξύλα συνδιαστρέφεσθαι. χιὼν δὲ πολλάκις ἡμέρας συχνὰς ἐπιμένουσα τοῖς ἄλλοις φυτοῖς φεύγει τάχιστα τὸν κιττόν· μᾶλλον δʼ ὅλως εὐθὺς ἀπόλλυται καὶ περιτήκεται περὶ αὐτὸν ὑπὸ θερμότητος. ὃ δὲ μέγιστόν ἐστιν ὑπὸ Θεοφράστου δʼ ἱστόρηται, Ἀλεξάνδρου κελεύσαντος Ἑλληνικὰ δένδρα τοῖς ἐν Βαβυλῶνι[*](βαβυλῶσι mei) παραδείσοις ἐμβαλεῖν Ἅρπαλον, μάλιστα δέ, τῶν τόπων ἐμπύρων ὄντων καὶ περιφλεγόντων, τὰ ἀλσώδη καὶ εὐπέταλα καὶ σκιερὰ δ καταμῖξαι τοῖς φυτοῖς, μόνον οὐκ ἐδέξατο τὸν κιττὸν ἡ χώρα, καίτοι πολλὰ τοῦ Ἁρπάλου πραγματευομένου καὶ προσφιλονεικοῦντος· ἀλλʼ ἀπώλλυτο καὶ κατεξηραίνετο τῷ πυρώδης μὲν αὐτὸς εἶναι, πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν οὐ λαμβάνων κρᾶσιν ἀλλʼ ἐξιστάμενος, αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς δυνάμεις· διὸ τῶν ἐναντίων μᾶλλον ὀρέγονται; καὶ φιλόθερμόν ἐστι τὸ ψυχρὸν καὶ φιλόψυχρον τὸ θερμόν ὅθεν οἱ ὄρειοι καὶ πνευματώδεις καὶ νιφόμενοι τόποι τὰ δᾳδώδη καὶ πισσοτρόφα τῶν φυτῶν, μάλιστα πεύκας καὶ στροβίλους, ἐκφέρουσιν. ἄνευ δὲ τούτων, ὦ φίλε Τρύφων, τὰ δύσριγα καὶ ψυχρὰ φυλλορροεῖ, μικρότητι τοῦ θερμοῦ καὶ ἀσθενείᾳ συστελλομένου καὶ προλείποντος[*](προλιπόντος mei) τὸ φυτόν· ἐλαίαν
δὲ καὶ δάφνην καὶ κυπάριττον ἀειθαλῆ διαφυλάσσει τὸ λιπαρὸν καὶ. τὸ θερμὸν ὥσπερ τὸν κιττόν[*](τὸν κιττὸν Turnebus: ὁ κιττὸς). ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδʼ ὡς[*](ὡς] εἰς mei) πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν· ὅς γε τὸν ἄκρατον ἄντικρυς μέθυ καὶ μεθυμναῖον αὐτὸς αὑτὸν ὠνόμασεν. ἀλλά μοι δοκεῖ καθάπερ οἱ φίλοινοι, μὴ παρόντος ἀμπελίνου, κριθίνῳ χρῶνται πώματι, καὶ μηλίτας τινάς[*](τινάς] malim τινές), οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν· οὕτω καὶ ὁ[*](ὁ] ὁδὶ sc. Bacchus R) ποθῶν χειμῶνος ὥρᾳ[*](χειμῶνος ὥρᾳ Basileensis: μιμούμενος ὥρας) τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δʼ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.

πρὸς ταῦθʼ ὁ μὲν Τρύφων ἄφωνος; ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δʼ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι περὶ[*](περὶ*) τῶν στεφάνων ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος; ἔφη παρέχειν ἄδειαν, οὐ

γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς; εἴπωμεν. οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι[*](εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι *: εἰπεῖν 4 unus Vd (P) τι τὰς μὲν ἀποδείξεις) ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ[*](τὰ πολλὰ?) χρῆται· τῶν δʼ εἰρημένων ἔφην τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ[*](ὃ γὰρ ἐμποιεῖ Basileensis: τὸ γὰρ ἐμποιεῖν) τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοσκύαμος ἐμποιεῖ καὶ πολλὰ ἄλλα[*](ἄλλα*) τοιαῦτα[*](τοιαῦτα *: ταῦτα) κινοῦντα μανικῶς τὴν διάνοιαν. ὁ δὲ τοῦ κλήματος σπασμὸς; ἄλογός ἐστι· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται, τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ, κυρτότητας ἴσχοντα καὶ παραβάσεις[*](παρατάσεις Madvigius)· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκε. σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος[*](σώματος] πνεύματος R cf. p. 77a) τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν, προσκρούσεις[*](προσκρούσεις * ex p. 77a: 5-6 Vd 11 E σεις) πυκνὰς καὶ[*](καὶ] om. mei) ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου διʼ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν διʼ ἔνδειαν θερμότητος, ἧς; τὸ ἀνωφερὲς[*](em. Turnebus: ἀνωφελὲς) δύναμίς ἐστιν. ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται διʼ ὑγρότητα τοῦ
φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ[*](διὰ τὸ *: ἃτε) μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον[*](οὐχ ἧττον] om. mei) ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. τὸ δʼ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach. 1 p. 13 vs. 435)ἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν. ἡ γοῦν[*](γοῦν R: οὖν) μυρρίνη καὶ τὸ ἀδίαντον[*](τὸ ἀδιάλειπτον mei) οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] om. Mullachius) δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστʼ ἀρκούντως[*](ἀρκούντως] σαρκούντων] mei) ἐπιρρεῖν. τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ[*](μὴ Vulcobius) φυλάττωσιν ἀλλʼ ὀλίγην[*](ὀλίγην W: ὀλίγον) λαβόντες ἄθρουν[*](em. R: ἄθρουν λαβόντες) ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δʼ ὑδρευόμενα ἀεὶ τὴν τροφὴν[*](fort. τὰ δʼ ὑδευόμενα ἅτʼ ἔχοντα ἀεὶ τὴν τροφὴν κἑ) διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ[*](καὶ ἀγήρω?) χλοερά. ἀλλʼ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος, ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις, οὐδʼ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς
ἔθνεσιν, ἀλλʼ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. αἰτία δʼ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ φέφει[*](φέρει] malim τρέφει), καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν, τὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους.