Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ[*](δʼ ἔφη? em. W: τοῦτον εἰ) καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς[*](τοὺς Μυσοὺς] cf. Nauck. p. 763) ἐδίδασκεν, αὐτὸς δʼ ἡμῖν ὁρᾶτε ὡς[*](ὁρᾶτε ὡς *: ὡς ὁρᾶτε cf. Praefat. p. LVIII) ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὢτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῆ αὐλείῳ, τὴν[*](τῇ αὐλείῳ τὴν (τῇ αὐλείῳ Duebnerus)*: ταῦτα τὴν) κατὰ τὰ ὄμματα καὶ

τὰς ῥῖνας, ὥσπερ καθʼ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλʼ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδʼ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ[*](γὰρ M) οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς[*](εἰς Basileensis: καὶ) Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφʼ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς· ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δʼ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις[*](φιληδονίαις Emperius: φιληδονίας Sed malim φιληδονίαις παρούσαις) ἀπηλλάχθαι προσήκει[*](ἀπηλλάχθαι προσήκει scripsi cum eodem: ἀπήλλακται lac. 2 solus Vd).