Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ἔλαθες γάρ εἶπεν ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸν[*](ib. σαυτὸν?) ἀνοίξας·[*](cf. p. 1108d. Leutsch. 1 p. 114) ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲ[*](οὐδὲν mei) γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος; ἐστὶ μὴ γεγονότος. ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δʼ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν

ἐκείνοις λαμβανόντων εἶθʼ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· ἐνδεὲς δʼ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδʼ ὄντος· τὰ δʼ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην[*](δεομένης R). ὅθεν οὐδʼ ἱστόρηται γηγενὲς ᾠόν· ἀλλὰ καὶ τὸ· Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι[*](em. Vulcobius: ἀναφῆναι). ζῷα δʼ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δʼ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα[*](em. Basileensis: περὶ σῶμα) ποιεῖ γόνιμον, ᾧ καθʼ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθʼ ἕτερον τρόπον ἤδη καὶ· διʼ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δʼ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς
ἡ μήτρα γέγονεν· ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν[*](πρὸς τὸ ᾠόν] πρὸς τὸ ἔμβρυον R. πρὸς τὸ ζῷον Doehnerus. πρὸς τὸ ᾠ in rasura habet Vd), οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δʼ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δʼ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδʼ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως[*](em. X: ἄλλως γέ πως) ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δʼ ᾠὸν οὔτʼ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον· οὔθʼ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δʼ εἶναι ζῳογονίας, ὑφʼ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δʼ ᾠὸν ἐπιγέννημα[*](em. Vulcobius: ἐπιγένημα) εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν· οὐ γὰρ ὦπται
συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλʼ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθʼ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτʼ ᾠὸν ἔγχελυν ἔχουσαν· ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. δεῖ οὖν ὕστερον[*](δεῖ οὖν ὕστερον] scr. vid. ἵστερον οὖν ἀνάγκη) ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν· δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν[*](προπαρασκευάζουσιν Doehnerus coll. Xen. Memor. 2, 2, 5) αἱ γυναῖκες· ἀλλʼ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. οὐ γὰρ γῆ φησὶν ὁ Πλάτων[*](Πλάτων] Menex. 238 a)γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται[*](μεμίμηται Plato) καὶ τῶν ἄλλων θηλέων[*](θηλέων * θήλεων) ἕκαστον. διὸ πρώτην[*](διὸ τὴν πρώτην R) γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ[*](καιρῶ μὴ τοῦ mei) τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ[*](ἀπροσδεᾶ *: ἀπροσδεῆ) γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην[*](μὴ δεομένην] del. R), ἃ νῦν[*](ἃ νῦν] ἂν οὖν mei) ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται διʼ ἀσθένειαν.

Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. παρὼν οὖν ὁ Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων[*](em. R: ἀρχαιοτέραν) ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιοτάτην ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν ἐπιεικῶς γὰρ ἀπολαύειν τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν ἡρμόσθαι λέγουσι καὶ κρούματα τὰ[*](τὰ W) αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. τὸν, οὖν[*](οὖν] γοῦν?) τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν[*](malim καὶ παλαίστραν) καλοῦσι, τῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν[*](ἐμπαρασχούσης Anomymus. παρασχεῖν W). τοῦτʼ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν[*](em. Basileensis: τῆς παλαιστρας), οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλʼ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν

πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλης[*](πάλην W) καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. ἄλλως δὲ πῶς[*](em. Basileensis: πως) ἔφην λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Σωσικλῆς ὀρθῶς ἔφη λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν[*](em. Basileensis: παλαίειν), ὅπερ ἐστὶ δολοῦν[*](δολοῦν *: δόλου) καὶ καταβάλλειν διʼ ἀπάτης κεκλῆσθαι καὶ ὁ Φιλῖνος[*](φίλινος mei hic et infra)ἐμοὶ δʼ εἶπεν ἀπὸ τῆς παλαιστῆς[*](τῆς παλαιστῆς Turnebus: τοῦ παλαιστοῦ)· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον[*](τοὔργον *: τὸ ἔργον). οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναιλεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. σκόπει δ̓ ἔτι εἶπε μὴ τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους
ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίγνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι.