Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης[*](malim ἡδονῆς ἕνεκα κενῆς), ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν[*](περιλαμβάνουσιν mei) οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα[*](καὶ τὰ τοιαῦτα scripsi cum Emperio: 4-5 Vd 8 E αὐτά)· τοῦ δευτέρου περὶ τοῦ[*](τὸ περὶ R) τοὺς ἐρῶντας

ποιητικοὺς εἶναι καὶ[*](καὶ] καὶ τὸ R) περὶ τῆς Αἰαντίδος φυλῆς. ---[*](lac. 2 Vd 9 E) καλῶ δῆτα καὶ ---[*](lac. 3-4 Vd 8 E) τὰ συμποτικά· τὰ δʼ ---[*](ib. lac. 3-4 Vd 7 E; locum supplevit W ita: τὰ γοῦν πρῶτα καλῶ δῆτα καὶ αὐτὸς συμποτικά· τὰ δὲ δεύτερα κοινῶς cet. malim τούτων τὰ μὲν πρῶτα καλῶ δ. καὶ αὐτὸς ἰδίᾳ συμποτικά, τὰ δὲ δεύτερα κοινῶς cett.) τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα[*](τινὰ] ταῦτα, τινὰ?) τῶν προρρηθέντων ὑπὸ[*](ὑπὸ M: ἢ ὑπὸ) σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι[*](ποιῶσι] πάντως ὧσι W), πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι[*](καθέστηκε?).

δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον, ἐν τούτῳ πρῶτόν ἐστιν ὃ[*](ὃ Basileensis: ὃν) τρόπον τινὰ Ξενοφῶν[*](Ξενοφῶν] Cyrop. 5, 2, 18 ib. em. M: παραβέβληκε) ὁ Σωκρατικὸς ἡμῖν προβέβληκε. τὸν γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τὰ τʼ ἄλλα θαυμάζειν τῶν Περσῶν, καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἐπηρώτων ἃ[*](ἃ] οἶα X) ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δʼ ἃ[*](ἐσκωπτον δʼ ἃ *: 5 Vd 10 E)[*](ἃ] οἶα X) σκωφθῆναι κάλλιον ἢ μὴ[*](κάλλιον ἢ μή *: και 6 Vd 12 E)· εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι[*](λυποῦσι *: 7 Vd 5 P soli) καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι· τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχε; δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις, ἡδέως ἂν ἔφης[*](ἔφης W: ἔφυ aut ἔφη) πυθέσθαι τὰ τοιαῦτα ἐρωτήματα ποίου γένους εἴη καί τίς αὐτῶν τύπος· οὐ γάρ τι μικρόν ἔφης[*](ἔφης idem: ἔφησεν)τῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις.

μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλʼ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι[*](malim ἀποκρίνεσθαι) δύνανται· ταῦτα δʼ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ[*](ἢ μὴ Iannotius: οἱ μὴ) λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν[*](κινδυνεύουσιν] corr. vid. συνδιανεύουσιν i. e. ἀμφιγνοοῦσιν, ἀμφιβάλλουσιν). ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ[*](καὶ] καὶ τὸ R) περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ[*](em. R: περιττοὶ) δʼ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδʼ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 413) φησίν, ἀλλὰ καὶ διαλεγόμενος

ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν
ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δʼ ὅσα μηδενὸς
ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφʼ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ[*](τοῦτο mei) νοσήματος· οἱ δὲ κομψότεροι ταῦτʼ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος
  1. εἴπʼ ἄγε μʼ[*](ib. *: εἶπʼ ἄγʼ ἐμʼ), ὦ πολύαινʼ Ὀδυσεῦ ʽ φησἴ, μέγα κῦδος Ἀχαιῶν,
  2. [*](Hom. K 544)
  3. ὅππως[*](ὅππως *: ὅπως δὴ) τούσδʼ ἵππους λάβετον.
ἄχθονται γὰρ τοῖς αὑτοὺς[*](αὐτοὺς iidem) ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις[*](malim τις ἂλλος) τῶν παρόντων καὶ οἷον βιαζόμενοι[*](καὶ οἶον βιαζόμενοι *: 7-8 Vd 9 E ζόμενοι) λέγωσι. ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα[*](ἡδέως - μέγα Turnebus: 5-6 Vd 9 E γοῦν ἐρωτῶνται 4-5 Vd 9 E πρεσβείων καὶ 5-6 Vd 7 E πολιτειῶν 3-4 Vd 5 E μέγα) τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἣκιστα περὶ τούτων οἱ[*](οἱ] ὡς mei) φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται[*](ἄλλος τις ἔρηται Cobetus: ἄλλο 6 Vd 7 E ται) τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτʼ οὖν ἐρωτῶντες
χαρίζεσθαι[*](χαρίζονται M. Malim ἐρωτῶντας ἔστι χαρίζεσθαι) τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.