Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης[*](malim ἡδονῆς ἕνεκα κενῆς), ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν[*](περιλαμβάνουσιν mei) οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα[*](καὶ τὰ τοιαῦτα scripsi cum Emperio: 4-5 Vd 8 E αὐτά)· τοῦ δευτέρου περὶ τοῦ[*](τὸ περὶ R) τοὺς ἐρῶντας

ποιητικοὺς εἶναι καὶ[*](καὶ] καὶ τὸ R) περὶ τῆς Αἰαντίδος φυλῆς. ---[*](lac. 2 Vd 9 E) καλῶ δῆτα καὶ ---[*](lac. 3-4 Vd 8 E) τὰ συμποτικά· τὰ δʼ ---[*](ib. lac. 3-4 Vd 7 E; locum supplevit W ita: τὰ γοῦν πρῶτα καλῶ δῆτα καὶ αὐτὸς συμποτικά· τὰ δὲ δεύτερα κοινῶς cet. malim τούτων τὰ μὲν πρῶτα καλῶ δ. καὶ αὐτὸς ἰδίᾳ συμποτικά, τὰ δὲ δεύτερα κοινῶς cett.) τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα[*](τινὰ] ταῦτα, τινὰ?) τῶν προρρηθέντων ὑπὸ[*](ὑπὸ M: ἢ ὑπὸ) σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι[*](ποιῶσι] πάντως ὧσι W), πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι[*](καθέστηκε?).