Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις[*](ἀσυνήθεις R) καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλʼ ᾤχετʼ ἀπιών· καὶ πολλῶν

μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων
[*](cf. Kock. 3 p. 428) ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες.[*](cf, Plat. Rep. p. 372 d)

ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών Τίμων ἔφη κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπʼ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπʼ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ·

κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
[*](Hom. B 554)καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ[*](ταὐτοῖ *: τοῦ αὐτοῦ) ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἣδιστον· ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ὁ ποιητὴς εἴωθε κοσμήτορας λαῶν[*](cf. Hom. A 16 et alibi) προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτʼ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δʼ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ
ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρʼ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδʼ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν· εἶναι· τοὺς δʼ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθʼ ἡλικίᾳ μήτʼ ἀρχῇ μήτʼ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προύχων[*](προύχων *: προέχων) ἐθίζεται δʼ ὁ δευτερεύων[*](δὲ δευτερεύειν Doehnerus), γυμνάζεται δʼ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δʼ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ[*](ἑτέρῳ] μὲν ἑτέρῳ Benselerus) πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην μίαν Μύκονον[*](μίαν Μύκονον] cf. Kock. 3 p. 503) ἀποφήνας τὸ συμπόσιον. ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν.

ὁ δʼ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστʼ, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δʼ ἑταίρων γίγνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλʼ ἀνιᾶσαι

τοὺς ἐπιτηδείους. ἄτοπος μὲν οὖν ἔφη καὶ παροιμιώδης Μενέλαος[*](Μενέλαος] cf. Hom. B 404 sqq.), εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δʼ ὁ ποιῶν ἑαυτὸν ἀνθʼ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλʼ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλʼ οὐδʼ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δʼ οἰκειότητι διαφερόντων· ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους to/pous ἢ τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι[*](ἀνιέναι Schottus: ἅμα μὲν) συνουσίᾳ, τὸν δὲ τύχηι[*](τύχηι] fort. τῦφον οἶον τύχοις (vel τύκοις), nam τύχοι sunt σφῆνες teste Hesychio, τύκος autem appellatur οἰκοδομικὸν ἐργαλεῖον) ἐπισκευάζοντα, ---[*](lac. 6 litt. Vd E. Fort. supplendum ὀγκοῦν vel ὀρθοῦν ὃν sed verbum definiri non potest) ον πολὺ μᾶλλον οἶμαι προσήκει[*](ib. προσήκειν R) τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δʼ ὀγκοῦντες. καίτοι γʼ, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ
παραθέσεις ἔτι δʼ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετʼ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς[*](δημοκρατικῶς Turnebus: δημόκριτος) ἐπὶ τὸ δεῖπνον, καὶ[*](καὶ] καλοῦνται καὶ?) οὐκ --- ἐξαίρετον[*](ἐξ αἱρετῶν Turnebus) ὡς ---[*](lac. 3-4 Vd nulla ex E. ἀριστοκρατικῶς supplet Turnebus; malim ἐπὶ τόπον) πόλιν, ἐφʼ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐν τῇ[*](τῇ] τῇ αὐτῇ?) κατακλίσει τοῖς εὐτελεστάτοις[*](εὐτελεστάτοις ἀνέξεται?);[*](lac. 5-6 Vd 4-5 E. ὥσπερ ἀκρόπολιν supplet m. s. Vd)

ἐπεὶ δὲ καὶ ταῦτʼ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρεἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς[*](αὐτοὺς mei) εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες[*](Basileensis: φιλοσοφοῦντας) δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας· ἐν ᾧ καὶ συνηθείᾳ τι[*](τι] τινὶ mei) καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδʼ ἀκρίτως[*](οὐκ εἰκῆ οὐδʼ ἀκρίτως supplet R) ἀλλʼ ὡς ἐνδέχεται μάλιστα[*](μάλιστα] add. ἐμμελέστατα W) χρώμενοι τιμῶμεν

ἕδρῃ τε κρέασὶν τʼ ἠδὲ πλείοις δεπάεσσιν
[*](Hom. M 311) ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρʼ αὑτὸν[*](αὐτόν * αὐτόν)
  1. υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα[*](Λαυδάμαντα idem: λαομέδοντα),
  2. [*](Hom. η 169)
  3. ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε[*](idem: φιλέεσκεν).
τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος
ἷζεν ἄρʼ[*](ἱζε δʼ ἄρʼ idem) ἐν μέσσοισιν
[*](id. Υ 15) ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δʼ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς διʼ ὧν ἐπὶ τῆς Θέτιδός φησιν
ἡ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη,
[*](id. Ω 100) διαρρήδην δʼ ὁ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 432) λέγει
  1. πῦρ πνέοντος ἅτε κεραυνοῦ
  2. ἄγχιστα ἡμένη.
καίτοι φήσει[*](φήσει Duebnerus: φησὶ) Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατʼ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου
καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς[*](λυπηρὸς R: λυπηρὸν) εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δʼ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δʼ ὅτι μέσος, τὸν δʼ ὅτι παρʼ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην[*](δωρεᾶς καὶ φιλοφροσύνης Turnebus) ἔλιπον ἂν[*](ib. ἂν*) ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοι[*](δυσδιάκριτοι] lac. 7 Vd E τοι) μὲν αἱ ἀξίαι δύσκολοι δʼ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον[*](εὔδοξον mei) μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένην[*](em. W: ὀμολογουμένων) καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ[*](παραδεχομένῳ mei) τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖ[*](ἐκεῖ] cf. Hom. Ψ 534 sqq.) δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν
Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.

ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δʼ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων[*](ἀπὸ ψηφισμάτων R) ἀμφικτυονικῶν διδόντος, ὅπως μηδʼ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν[*](malim ἀποφεύγωμεν); οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὲις ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων[*](ἄλλων] πολλῶν Doehnerus. Fort. αὐλῶν) τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ[*](διὰ] Vulcobius) τὴν εὐγένειαν τίθησιν, οὐδʼ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδʼ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλʼ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶν[*](ὑμνῶν R) ὁ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 388) προσεῖπεν, οὐ

πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλʼ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν.
  1. τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις,
  2. [*](Mullach. 1 p. 8 vs. 301)
  3. ναὶ[*](ναὶ] καὶ X) μὴν κηρύκων τε λιθορρίνων χελύων τε[*](χελύων τε] τε χελωνῶν Karstenus)
φησὶν Ἐμπεδοκλῆς,
ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν
οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλʼ ἣν ἡ πρὸς τὸ κοινὸν[*](καινὸν mei) ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δʼ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.

ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν.[*](ἐλέγομεν *: ὦν ἐλέγομεν)οὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν[*](em. Amyotusπροσειπεῖν). δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον[*](Ὁμηρον] cf. B 363) οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας[*](φρατρίας φρατρίαις?) φατρίαις συνέμιξε, δέον

ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν ἵνʼ σύμπνους ἡ φάλαγξ διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο[*](τοιοῦτο R: τοῦτο) κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ
πτωχὸς γὰρ πτωχῷ φθονέει[*](φθονέει] om. mei) καὶ ἀοιδὸς ἀοιδῷ·
[*](Hes. OD 26) καίτερ[*](καίπερ] ὥσπερ?) Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ---[*](lac. 7 Vd E. Fort. supplendum: ἔπος παρʼ (aut πρὸς) ἔπος ἀναζωπυρεῖν φλόγα μεγάλην κινδυνεύουσι τᾲ μάλιστα cf. Aristoph. Nub. 1375. Eust. ad Il. p. 53, 41) ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους ---[*](lac. 4 Vd E. Fort. supplendum πρᾶον) τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω[*](συνάγω] συναγαγὼν mei ex συνάγω τῶν ut vid.). τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν.
συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα[*](δεῖγμα mei ) παιδικῶν[*](παιδικῶν inserui ex p. 77 c. cf. Nauck. p. 309) πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ[*](ταὐτοῦ *: τοῦ αὐτοῦ) τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.