De Se Ipsum Citra Invidiam Laudando

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος· ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπʼ ἄλλων ἐπαινῶνται. δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας, οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι ἂν τῷ περὶ αὑτῶν καὶ τὸν παρʼ ἑτέρων ἔπαινον διαφθείρωσιν. ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν· ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας

ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν· οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι,
πρὸς τεῖχος ἀναβαίνων.ἐγὼ μὲν δεικνύωἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.

ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς· καὶ συμβολὰς ταύτας ἀποτίνειν μεγίστας λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ[*](Μενάνδρῳ] id. ib.)

  1. σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος,
  2. τὰ σκώμμαθʼ οἷα[*](σκώμμαθʼ οἶα] σκωμμάτια Meinekius) τὰ σοφὰ καὶ στρατηγικά,
  3. οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος.[*](ἁλιτ́ριος Duebnerus: ἀλιτήριος )
ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας,
ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφʼ ἑαυτοῖς καὶ μεγαληγοροῦντας, εἰωθότες πάσχειν[*](πάσχειν W: φάσκειν ) καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίγνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης, καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ Δημοσθένης φησί, περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τινα μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας.