De Cupiditate Divitiarum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν, εἴπερ ἔφη καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον τοῦτʼ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, εἴ γʼ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλʼ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια· τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν.

τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας; ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο· κἀκεῖνος ὁ λέγων

δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ,
[*](cf. Bergk. 2 p. 469) πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται· φιλαργυρίαν δʼ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον
οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον. ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερ[*](ὥσπερ] i. e. ὥσπερ πρὸς) ἰατρὸν ἀλαζόνα
τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ·[*](Kock 3 p. 494)
ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν. ἐπεὶ τῶν γʼ ἀρκούντων οὐδεὶς πένης ἐστίν· οὐδὲ δεδάνεισται πώποτʼ ἄνθρωπος ἀργύριον, ἵνʼ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας· ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δʼ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι
κείνʼ ὄχεα κροτέοντες
[*](Hom. O 453) ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν. εἶθʼ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν. οὗτοι μὲν οὖν τοιοῦτοι.

τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δʼ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ

εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη· εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλʼ ἐπʼ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι. πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφʼ ἧς αἰτίας τοῦτο πέπονθε. καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι· καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπʼ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης· οὐκοῦν καὶ τῶν ποριζόντων[*](ποριζόντων] ποριζομένων R. paulo post p. 358 lin. 7 recte dicitur τω-ι πορισμῷ προστετηκότα ) ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος[*](ἴσως παύς. κτης. ἑστίαν?) ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ· τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδʼ ἀργύριον τὸ θεραπεῦον οὐδʼ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλʼ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ. πενία γὰρ οὐκ ἔστιν ἀλλʼ ἀπληστία τὸ πάθος[*](cf, Kock. 3 p. 494) αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα· ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς
ὥσπερ ἕλμιγγα πλατεῖαν,[*](ἕλμιγγα πλατεῖαν (ἕλμινθα πλατεῖαν Hauptius) scripsi: ἕλιγμα πλάγιον ) οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται.

ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, ψυχικὴ νόσος ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ ἀνιαροῦ φειδόμενον, οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος,[*](Μένανδρος] Kock. 3 p. 208) εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες. ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος

πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν.
[*](Bergk. 2 p. 46) ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως[*](χρήσεως M: χρηστὸς ) ὄψου διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. καίτοι πῶς
οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν; ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν·
  1. παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν[*](ἔξεστιν δέ W: ἔξεστι ) δέ μοι
  2. [*](Kock. 3 p. 98)
  3. καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα
  4. ἐρῶν τις, οὐ ποιῶ δέ·
κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας·
  1. Ἄπολλον, ἀνθρώπων τινʼ[*](ἄνθρωπόν τινʼ Naberus) ἀθλιώτερον
  2. [*](Kock. 3 p. 98)
  3. ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον;

ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ[*](εἰ] εἰ ἔτι Herwerdenus, coll. Plat. Rep. p. 329 b) δύναται γυναικὶ πλησιάζειν, εὐφήμει, ἄνθρωπε εἶπεν ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών. χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος;[*](Ἀλκαῖος] Bergk. 3 p. 183) διαφυγεῖν μήτε γυναῖκα. τοῦτο δʼ οὐκ ἔστιν ἐπὶ[*](malim ἔστιν εἰπεῖν ) τῆς φιλοπλουτίας· ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται. τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ

φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν. ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, θαυμάζω σʼ ὦ Φωκίων εἶπεν ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτʼ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα· καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν; Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν, ὦ ταλαίπωρε, τίς ἀνάγκη; σαπραγόρα προῖξ. ἄγε σὺ κυκᾷς ὑφάπτεις,[*](τίς ἀνάγκη - - ὑπάπτεις] in Symbolis conieceram: τίς ἀνάγκα σά; παραγόρα προῖξ ἐμά γε. ἃ δὲ σὺ κλείσας φυλάττεις) ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι[*](δορυφοροῦσι] δορυφόρους ἔχουσι Madvigius) δῶρα πέμπουσι, στρατεύματα τρέφουσι
μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ
στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν
[*](Kock. 3 p. 450. ζῶν κοχ. βίον (τινός) idem) διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος.

καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν. ἑτέρα δʼ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς[*](πρὸς] del. Herwerdenus) μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων. ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπʼ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν διʼ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς· ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν. ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες· ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας· τοῖς δʼ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ

ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδʼ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων.

ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι[*](ὅτι] del. Stegmannus) παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι. πῶς; οἷς[*](πῶς; οἷς *: πῶς οἷς ) ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλʼ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται[*](οὐκ ἔστι R) τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων. παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν; ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν[*](πάλιν *) παισίν· ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλʼ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων· οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα

ἀκόλασθʼ ὁμιλεῖν[*](ἀκόλασθʼ ὁμιλεῖν Diogenes Laertius 4, 35: ἀκόλαστα μὲν ) γίνεται δούλων τέκνα
[*](Nauck. p. 675) ἀλλὰ[*](ἀλλὰ] om. codd. mei) καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς[*](ἀνδρὸς R: ἂν ἀνδρὸς ) βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι. καὶ γὰρ οὓς[*](οὓς R: οἶς ) δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς
κληρονόμοις. ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε[*](τοσούτου νόμιζε] cf. Nauck. p. 929 (fr. 461, 4)) σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς. τοῦτο δʼ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται. καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπʼ αὐτῶν τῶν πατέρων. καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι· μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδʼ ἐπʼ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι. διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι[*](ἔτι Madvigius: ὅτι ) ἀκούοντες ἔτι[*](ἔτι idem: τι ) μανθάνοντες. ὅταν δʼ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια[*](Ἀκαδήμεια *: ἀκαδημία ) οὐ Λύκειον, ἀλλʼ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ
φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον
γυμνάσια δʼ οἷσιν ἐνετράφη Δίρκης θʼ ὕδωρ παρώδευται·
κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου;ʼ πόθεν ἐμοί;ʼ φησίν· οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος.[*](cf. Kock. 3 p. 447) ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν; μᾶλλον δʼ οὐκ ἐκεῖνος ἀλλʼ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρʼ Ἡσιόδῳ[*](Ἡσιόδῳ] OD 705) γυνὴ
εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ[*](δαλοῦ καὶ ἐν ὠμῷ] δαλοῖο καὶ ὠμῷ Hesiodus) γήραϊ θῆκεν;
ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφʼ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον.

τί οὖν; φήσει[*](φήσει R: φησί ) τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι; σὺ δʼ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι· οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδʼ ἑτέρου προσήκοντος; ἀλλʼ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει. φέρε δὴ σκεψώμεθα τὸ πρῶτον. τίνων τίς ἡ[*](ἡ *) χρῆσις αὕτη, διʼ ἣν θαυμάζεται ὁ πλοῦτος; πότερον τῶν ἀρκούντων ἢ τῶν περιττῶν; εἰ γὰρ τῶν ἀρκούντων,[*](ἢ τῶν περιττῶν; εἰ γὰρ ἀρκούντων Stegmannus) οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν

μέτρια κεκτημένων· ἀλλὰ τυφλὸς καὶ ἄπλουτος[*](τυφλὸς καὶ ἄπλουτος *: τυφλὸς aut ἄπλουτος ) ὁ πλοῦτός ἐστιν ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ[*](ὁ Stegmannus) πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας. ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας, οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων· οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς[*](πολυτελεῖς] cf. Kock. 3 p. 494) καὶ τὰ περιττὰ πάντα, τοὺς,· πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες· οὐκ
  1. αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
  2. [*](Hes. OD 45)
  3. ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μαγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας, τῶν ἀχρήστων. εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων[*](τῶν μὴ πλουσίων καὶ τῶν πλουσίων *: τῶν μὴ πλουσίων aut τῶν πλουσίων ) καὶ τῶν πλουσίων ἐστί, σεμνύνεται δʼ ὁ πλοῦτος ἐπὶ τοῖς περισσοῖς· καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ[*](αὐτῷ Bryanus: οὕτω ) καὶ ἄχρηστον ἀλλὰ μήν ἔφη τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλʼ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις· ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας. ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς, ἀμφορεὺς οἴνου καὶ κληματίς,[*](κληματίς] add. ἤγετο τὸ πρῶτον Stegmannus) εἶτα τράγον τις
εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δʼ ὁ φαλλός ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται, χρυσωμάτων περιφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων. οὕτω τἀναγκαῖα[*](τἀναγκαῖα *: τὰ ἀναγκαῖα ) τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς.

οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπʼ ἀπειρίας μᾶλλον δʼ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ[*](ἢ] deleverim) καὶ τῶν χρησίμων· παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε

  1. Ζηνὸς που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή·[*](Hom. δ 74)
  2. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα
Σωκράτης δʼ ἂν εἶπεν ἢ καὶ Διογένης
ὅσσα τάδʼ ἄθλια πολλὰ
καὶ ἄχρηστα καὶ μάταια·
γέλως μʼ ἔχει εἰσορόωντα.
τί λέγεις, ἀβέλτερʼ, ὃς[*](ἀβέλτερʼ ὃς *: ἀβέλτερος ) τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;

τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν. ἀλλʼ οὐχ ὅμοιόν

γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ[*](αὐτῇ ἐν ἑαυτῇ] αὐτῆς Stegmannus) ἀντιλαμβανομένῃ[*](ἀντιλαμβανομένης idem) τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ[*](τὰ *) τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια· καὶ θεάματα κορασιώδη παραβαλεῖν[*](cf. Kock. 3 p. 437) ἄξιον, ἃ[*](ἃ * ἄ ) μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος; μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται, νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε·[*](Hom. Ψ 259) τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα[*](πάντα] prius del. Duebnerus) κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες. ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.