De curiositate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι. καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν[*](ἐκπνέουσαν R) ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως[*](ἀμωσγέπως R: ἄλλως γέ πως ) περιάγοντας ἢ στρέφοντας. οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας.

  1. τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
  2. [*](Kock. 3 p. 476)
  3. κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις;
μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν·
ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ[*](ὅσσος ὕδωρ καθʼ ἁλὸς στόνος ἢ δρ. ἀμφι πέτ. Madvigius) δρυὸς ἀμφὶ πέτηλα,ʼ
[*](versus ignoti poetae) τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ[*](ἐν τῷ σῷ βίῳ R) καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν[*](Ξενοφῶν] Oecon. c. 8) λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας· ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος
πῆ παρέβην;[*](παρέβην] τραπόμην mei codd. cf. p. 168 b) τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;

νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν

λέγουσιν οἴκοι μὲν εὕδειν[*](εὔδειν X: ᾄδειν ) τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι· τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ Ὀδυσσεὺς[*](Ὀδυσσεὺς] Hom. λ 88. 153 sqq. 235, 281) οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς[*](Χλωρὶς] Χλῶριν vocat Homerus) καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη
ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου
[*](Hom. λ 278) ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν. ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺς[*](καθʼ αὑτοὺς?) ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων
ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.

ἀλλʼ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδʼ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφʼ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλʼ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ[*](οἰκίᾳ] οἰκίσκῳ Valckenarius) πολλάκις, τροφῆς πολλῆς[*](πολλάκις τροφῆς πολλῆς *: πολλάκις τροφῆς aut τροφῆς πολλῆς ) παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει

ἔνθα γέ που διαφαίνεθʼ ἅτʼ ἐν κοπρίῃ[*](κοπρίῃ idem: κοπρίᾳ ) μία κριθή·
[*](versum Callimacho tribuit Schneiderus) παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδʼ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, διὰ τοῦτο
συγκεκάλυπται καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπʼ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδʼ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δʼ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτʼ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν ὡς Ἀρίστων φησὶν ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν· ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος[*](Hes. OD 519) ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν.

καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος

τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
[*](Arist. Equ. 79) οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς[*](νοῦς δʼ idem: δὲ νοῦς ) ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων · πάντα[*](πάντα] παντοῖᾳ R) πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδʼ ἀκινδύνως ταῦτα
ζητῶν· ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο[*](γεύοιτο] additamentum librarii vid.) πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον·[*](malim τό προαισθανόμενον (R)) οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον εἶπεν ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες· εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς;. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδʼ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.

τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν[*](μὲν] opponitur ἀλλʼ εἰ δεῖ κἑ p. 340, 21) ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν

οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν[*](μικρῶν] malim ἢ μικρῶν) πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ[*](ποῦ] ποι?) κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς
  1. ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
  2. [*](Nauck. p. 315)
  3. πρόσωπα καλλύνουσα καὶ πληρουμένη·
  4. χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ,
  5. πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.
καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν. ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι
πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ[*](πεσήματʼ - κἀπολακτισμοὶ Duebnerus: πεσήματα - καὶ ἀπολακτισμοὶ ) βίων·[*](βίου Aeschylus)
[*](Aesch. Suppl. 937)
φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων,[*](ναυάγιʼ οἴκων distinxit Duebnerus) ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.

ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται,

ἄλλα τε[*](δὲ Schneiderus, qui versum Callimacho vindicat) δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει.
καὶ τὸ
  1. οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας[*](Nauck. p. 913)
  2. ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν
ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα
καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες·
  1. ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
  2. [*](Nauck. p. 913)
  3. κωκυτὸς ἐμπέπτωκεν·
αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς. ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.

οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς. φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατʼ οἰκίαν παριστάμενον ἀνακρίνειν, μή τις ἔχει; σύριγγα περὶ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι,

τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπʼ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες· ὅθεν μισοῦνται δικαίως. καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλʼ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται· καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες. οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια[*](τἀλλότρια *: τὰ ἀλλότρια ) καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις· καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος; ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε· ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων
  1. εἶτά μοι σκάπτων ἐρεῖ,
  2. [*](Kock. 3 p. 473)
  3. ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ
  4. πολυπραγμονῶν νῦν[*](πολυπραγμονῶν νῦν Emperius: νῦν πολυπραγμονῶν ) ὁ κατάρατος περιπατεῖ.

οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν

ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· μή τι καινόν; οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν; τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι; οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ[*](καὶ] om. codd. mei) καταφιλήσας ἕστηκεν ἀκροώμενος. ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος τί λέγεις; φησὶν οὐ γέγονας κατʼ ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας; διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε μή τι καινόν, ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ[*](φθορὰ] φώρασις R. latere mihi vid. vox φώρα, quae Hesychio teste ἔρευνα est) καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.

τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει· διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας. τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν

ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρʼ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι· πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν· ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι. διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν· οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ Βελλεροφόντης[*](Βελλεροφόντης] cf. Hom. Z 155 sqq.) ἐκεῖνος οὐδὲ καθʼ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλʼ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν[*](ἂν] δʼ ἂν?) οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. ταὐτὸ δʼ οἱ
πολυπράγμονες ποιοῦσι · πολλὰ[*](πολλὰ] πολλὰ γὰρ Stegmannus) καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδʼ ἀκινδύνως ἀεὶ δʼ ἀδόξως.

διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν[*](τὴν] τὴν τοῦ πάθους R. malim τὴν ἀπὸ τοῦ πάθους ) ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις. ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις[*](τις Huttenus) τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπʼ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος· ἆρʼ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος,

ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;ʼ
[*](Nauck. p. 913) καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ
ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται
σύμμικτον εἶδος κἀποφώλιον[*](καὶ ἀποφώλιον codd. mei) τέρας·[*](τέρας] τρέφος Nauckius. cf. Vit. Thes. c. 15)[*](Nauck. p. 680)
ἀλλʼ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει· οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.

μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν[*](διδάσκωμεν] διασκῶμεν?) ἐπὶ ταύτην τὴν ἐγκράτειαν· καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος· ὃν δὲ τρόπον,

εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα[*](γράμματα] ἐπιγράμματα R) τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδʼ ἐπιτερπὲς ἐν τούτοις γέγραπται· ἀλλʼ ἐμνήσθη ὁ δεῖνα τοῦ δεῖνος ἐπʼ ἀγαθῷ καὶ φίλων ἄριστος ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας· ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα; καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵνʼ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι
πέλματα[*](πέλματα Emperius: τέρματα ) θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν·
οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδʼ ἀπαμβλύνωμεν.

δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι τῇ ὄψει[*](τῇ ὄψει] del. R) καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλʼ οὐδʼ ἡδὺ τὸ θέαμα.

δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε·
[*](Nauck. p. 617. Kock. 3 p. 613) τὰ γὰρ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα καὶ θεραπαινίδια καθεζόμενα καὶ σπουδαῖον οὐδὲν οὐδʼ ἐπιτερπές. ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν· ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφʼ ἅρματος, καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλʼ ὑποβλέποντα καὶ παρεπιστρεφόμενον, ὁρᾶτʼ εἶπε τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ[*](malim πανταχοῖ ) διαφορουμένης δεῖ δʼ, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλʼ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ· τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν· εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ
καὶ προσέχειν αὐτῷ. νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους[*](Σοφοκλέους] Electr. 724)
  1. ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
  2. πῶλοι φοροῦσιν[*](φέρουσιν Sophocles)
αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν[*](ἐλέγομεν R: λέγομεν ) ὀρθῆς μηδʼ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρον πυρωθέν, καὶ τὴν ἀπʼ αὐτοῦ ἀνάκλασιν δεξάμενον,[*](malim δεξάμενον ἀνάκλασιν ) ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλʼ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι· τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι. καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον εὐφρόνην μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.

ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν· ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον· ἐὰν δʼ ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δʼ ὠφεληθήσῃ τὸ

πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπʼ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι, καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων[*](πωμάτων *: πομάτων ) ὅσα πίνειν μὴ διψῶντας· οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. ὁ δὲ Κῦρος[*](Κῦρος κἑ] Xen. Cyrop. 5, 1, 8) οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος, οὐκοῦν ἔφη διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ[*](αὕτη *: αὐτὴ ) καὶ μὴ σχολάζοντα φοιτᾶν θεᾶσθαι τε καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων ὁμοίως οὐδʼ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης· ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τοὺς ὀφθαλμοὺς καὶ τῶν θυρίδων ἐκκρεμαννύντες, οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες.

ἔστι τοίνυν καὶ πρὸς δικαιοσύνην[*](δικαιοσύνην Madvigius: δικαιοσύνης ) ἄσκησις, ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι· καὶ πρὸς σωφροσύνην ὁμοίως, ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπʼ ἀλλοτρίας. τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καί, βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας, ὑπερβαλέσθαι, καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε· ζητῶν γὰρ ἑαυτὸν ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον, ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει. καὶ τῆς γυναικὸς οὐκ ἐώσης, ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην. τέλος δὲ τοῦ πράγματος ἢδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος

οἴμοι πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν,
[*](Soph. OR 1169. 1170) ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται
κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.
[*](Soph. OR 1169. 1170) οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν, ὅταν ἀμύσσηται. ὁ δʼ ἀπηλλαγμένος
τῆς νόσου ταύτης καὶ φύσει πρᾶος, ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν[*](ἄν] νὴ Δίʼ ἄν?)
ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή.
[*](Eur. Or. 213)

διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες· ἀγγέλου ποθὲν ἥκοντος, μὴ προσδραμεῖν μηδʼ ἐξαναστῆναι· φίλου τινὸς εἰπόντος ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα μᾶλλον, εἴ τι[*](εἴ τι] εἰπεῖν εἴ τι?) χρήσιμον ἔχεις ὠφέλιμον. ἐμοῦ ποτʼ ἐν Ῥώμῃ διαλεγομένου, Ῥούστικος ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἐπέδωκε· γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδʼ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφʼ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός.[*](τἀνδρός *: τοῦ ἀνδρός ) ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον, ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως, πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν, κρατεῖν δυνατός ἐστιν· ἀλλʼ ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν, ἃ μὴ θέμις ὁρᾶν, γίγνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.

καίτοι γε τοὺς τυράννους, οἷς ἀνάγκη πάντα

γιγνώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νέος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος καὶ δεδοικώς· τοὺς δὲ προσαγωγίδας οἱ Διονύσιοι τοῖς Συρακοσίοις[*](Συρακοσίοις hic et infra *: συρακουσίοις ) κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φρατρίας καὶ ἑστίας ἐστίν. ἀλλʼ οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις[*](τις] τί τις?) ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν· οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον· λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενομένου, καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον εἶτʼ ἀλιτήριοι προσηγορεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γεγενῆσθαι· κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα, μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν συκοφάνται. καὶ τοῦτʼ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπιτηδεύματος.