De Defectu Oraculorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

καὶ μὴν ὅ γε μάλιστα φοβηθέντες ἔνιοι καταναλίσκουσιν τὴν ὕλην εἰς τὸν[*](εἰς τὸν] εἰς ἕνα τὸν Herwerdenus. εἰς τοῦτον τὸν?) κόσμον ἅπασαν, ὡς μηδὲν ὑπολειπόμενον[*](ὑπολειπόμενον Turnebus: ὑπολειπομένην ) ἐκτὸς ἐνστάσεσιν ἢ

πληγαῖς διαταράττοι τὴν τοῦδε σύστασιν, οὐκ ὀρθῶς ἔδεισαν. πλειόνων γὰρ ὄντων κόσμων ἰδίᾳ δʼ ἑκάστου συνειληχότος οὐσίᾳ καὶ ὕλῃ μέτρον ὡρισμένον ἐχούσῃ καὶ πέρας, οὐδὲν ἄτακτον οὐδʼ ἀκατακόσμητον οἷον περίττωμα λειφθήσεται προσπίπτον ἔξωθεν. ὁ γὰρ περὶ ἕκαστον λόγος ἐγκρατὴς ὢν τῆς συννενεμημένης ὕλης οὐδὲν ἔκφορον ἐάσει καὶ πλανώμενον ἐμπεσεῖν ἐξ ἄλλου οὐδʼ εἰς ἑαυτὸν ἐξ ἄλλον διὰ τὸ μήτε πλῆθος ἀόριστον καὶ ἄπειρον τὴν φύσιν ἔχειν μήτε κίνησιν ἄλογον καὶ ἄτακτον. εἰ δὲ καί τις ἀπορροὴ φέρεται πρὸς ἑτέρους ἀφʼ ἑτέρων, ὁμόφυλον εἶναι[*](εἶναι] εἶναι δεῖ R. Malim εἰκὸς εἶναι ) καὶ προσηνῆ καὶ πᾶσιν ἠπίως ἐπιμιγνυμένην ὥσπερ αἱ τῶν ἀστέρων αὐγαὶ καὶ συγκράσεις, αὐτούς τε τέρπεσθαι καθορῶντας ἀλλήλους εὐμενῶς, θεοῖς τε πολλοῖς καὶ ἀγαθοῖς καθʼ ἕκαστον οὖσι παρέχειν ἐπιμιξίας καὶ φιλοφροσύνας. ἀδύνατον γὰρ οὐδέν ἐστι τούτων οὔτε μυθῶδες οὔτε παράλογον εἰ μὴ νὴ Δία τὰ[*](τὰ Aldina) τοῦ Ἀριστοτέλους ὑπόψονταί τινες ὡς φυσικὰς αἰτίας[*](αἰτίας] om. codd mei) ἔχοντα. τῶν γὰρ σωμάτων ἑκάστου τόπον οἰκεῖον ἔχοντος, ὥς φησιν, ἀνάγκη τὴν γῆν πανταχόθεν ἐπὶ τὸ μέσον φέρεσθαι καὶ τὸ ὕδωρ ἐπʼ αὐτῆς διὰ βάρος ὑφιστάμενον τοῖς κουφοτέροις. ἂν οὖν πλείονες ὦσι κόσμοι, συμβήσεται τὴν γῆν πολλαχοῦ μὲν ἐπάνω τοῦ πυρὸς καὶ τοῦ ἀέρος κεῖσθαι πολλαχοῦ δʼ ὑποκάτω· καὶ τὸν ἀέρα, καὶ τὸ ὕδωρ ὁμοίως, πῆ μὲν ἐν ταῖς κατὰ φύσιν πῆ δʼ ἐν ταῖς παρὰ φύσιν[*](πῆ δʼ ἐν - φύσιν *) χώραις ὑπάρχειν. ὧν ἀδυνάτων
ὄντων, ὡς οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους, ἀλλʼ ἕνα τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης συγκείμενον, ἱδρυμένον κατὰ φύσιν, ὡς προσήκει ταῖς τῶν σωμάτων διαφοραῖς.

ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως ἔφην[*](ἔφην X: ἔφη ) ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου[*](λόγου Emperius: λόγῳ ) βίᾳ κενοῦ[*](κενοῦ μέσον W: κινούμενον ) μέσον ἀπείρου[*](ἀπείρου Emperius: ἄπειρον ) νοῆσαί[*](νοῆσαι X: τολμῆσαι ) τι,[*](τι *) τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει πανταχόθεν. ἀλλʼ ὁμοίως[*](ὁμοίως Madvigius: ὅμως ) ἄπορόν ἐστιν ἀψύχων σωμάτων πρὸς ἀσώματον χώραν[*](χώραν M: χωρεῖν ) καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις

πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.

περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται[*](ὑπόθηται *: ὑποθῆται ) τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη συνέξει τῶν κόσμων[*](τῶν κόσμων R: τὸν κόσμον ) ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ[*](ἣ M) σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ[*](τὸ Turnebus: τοῦ ) μὲν γὰρ ἐκτός, εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε[*](ὥστʼ ἔσται?) κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν ἡγούμενος, εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι

χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν[*](ἦν] ἦν ἂν?) ἄτοπον, εἴ τις ἔλεγε κόσμον εἶναι τὸν ἐν αὐτῷ[*](αὐτῷ] αὐτῷ κάτω?) σελήνην ἔχοντα[*](Post ἔχοντα lacunam statuit W) καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις[*](ἐν τᾶς πτέρναις κέ] cf. [Demosth.] 7, 45) τὸν ἐγκέφαλον φοροῦντα καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος.

ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν[*](γ͂ν X: τὴν ) δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ[*](Ἐπικούρῳ] vid. Useneri Epicurea p. 212) γενησόμεθα κινοῦντι τὰς ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ[*](αὐτε͂ͅ *: αὐτῇ )

κάτω τε καὶ ἄνω νοῆσαι[*](νοῆσαι *: διανοῆσαι ubi δια ex διδούσης orta fuerit) διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ[*](τούτῳ Turnebus: τοῦτον ) συνείργεσθαι[*](συνειργάσθαι R: συνεργεῖσθαι W) πρὸς διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς[*](αὑτῆς *: αὐτῆς ) μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.