De Defectu Oraculorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν

  1. οὔτε γὰρ ἦν γαίης;[*](γαίης S: γῆς ) μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης
  2. εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος.
ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον.

ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε,

Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα,[*](malim παρʼ Ἀμμωνι ) τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.

θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον[*](γελοῖον *: γέλοιον ) φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον[*](Ἀλκαῖον] Bergk. 3 p. 84) ἐξ ὄνυχος τὸν λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος οὐδέν ἔφη τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ

μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται[*](συμβήσεται] om. codd. mei) πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς[*](ὑμεῖς M: ἡμῖν. Fort. ἡμῖν ὑμεῖς ) οὐ μικρὸν ἀποδείκνυτε[*](ἀποδείκνυτε idem: ἀποδείκνυται ) πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ[*](παρʼ Madvigius: γὰρ ) Ὁμήρῳ[*](Ὁμήρῳ] K 173) ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι[*](ὀφέλλεσθαι Homerus γ 367: συμβάλλεσθαι ) φησὶν οὔτι νέον οὐδʼ ὀλίγον,ʼ ὡς τοῦ ὀφέλλεσθαι[*](idem ὠφελεῖσθαι ) τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα θοήν[*](θοὴν] Homerus K 394. 468 passim) εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν,[*](κωνικήν] sc. εἶναι) οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ[*](ποδὶ] ποσὶν Stegmannus) εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν[*](λέγωμεν Turnebus: λεγόντων ) πρὸς αὐτούς,
εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.[*](ποιεῖν Leonicus: ποιοῦσι )

παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν,[*](εἰπεῖν χρῆν Herwerdenus; εἰκὸς εἰπεῖν?) ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ[*](ἀεὶ] del. Stegmannus) πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν[*](ψυχρότερον idem) εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον[*](μόνον Turnebus: μονὴν ) τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς γῆς[*](τῇ τῆς γῆς *: τῇ ) σκιᾷ, τὰ δʼ ἄλλα δῆλα[*](τὰ δʼ ἄλλα δῆλα W: τὰ δʼ ἄλληλα ) καὶ οὐδὲν δεῖ

περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν.[*](διελίττειν] διελέγχειν?) ἀλλὰ μήν ὁ Κλεόμβροτος ἔφη καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον. ὑπολαβὼν δʼ αὖθις ὁ Ἀμμώνιος εἶτα[*](εἶτα] εἶτα ταῦτα?) τοὺς ἄλλους ἀνθρώπους εἶπεν ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό[*](ὑπόθοιτο *: ὑποθοῖτο ) τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ[*](εἰ δεῖ M: ἔδει ) τοῖς Ἀμμωνίοις[*](Ἀμμωνείοις?) ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν τὴν ὑπόθεσιν.

παυσαμένου δὲ τοῦ Ἀμμωνίου μᾶλλον ἔφην ἐγώ περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε·

μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐπεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδέν ἔφη δεῖ περὶ τῶν ἐπεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας· ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ[*](περὶ Eusebius Pr. Ev. 5, 17) Λεβάδειαν[*](Λεβάδειαν *: λεβαδία )[*](ἡ Basileensis: ἢ ) Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ[*](post Μηδικὰ lac. 6 litt. in uno V2, post εὐδοκίμησεν lac. 8 litt. in eodem (ort. supplendum τὸ Πτῷον)) μὲν εὐδοκίμησεν --- οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ[*](Ἀμφιάρεω και W: ἀμφιάρεως ) ἀπεπειράθη Μῦς[*](ἀπεπειράθη Μῦς *: ἀπεπειράθημεν ) ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν[*](ὁ μὲν W: ὡς ὁ μὲν ) οὖν τοῦ Πτῴου[*](Πτῴου W) μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος ---[*](lac. 8 litt. in V2 )τὸ πρὸ τοῦ[*](τὸ πρὸ τοῦ W: τὸ πρὸς τοὺς ) τότε τῇ[*](τότε τῇ Madvigius) τῶν βαρβάρων χρησμὸν[*](χρησμὸν Basileensis: χρήσιμον ) ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν[*](τῶν Turnebus) παρόντων ---[*](prima lac. 15 litt. in V2 fort. supplenda: [αὐτὸν ἀλλʼ ἢ μόν]ον ) ὃν ἐκεῖνον, ὡς ---[*](secunda lac. 12 litt. in V2, tertia 11 litt. Fort. supplendum: ὥσπερ τοῦ θεοῦ διὰ (aut ὡσπερ σαφέστατα) τοῦ ἐνθουσιασμοῦ δηλοῦντος ὅτι τοῖς βαρβάροις cett.) τοῦ ἐνθουσιασμοῦ ---
τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ[*](οὐδὲ R: οὐ ) δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος[*](δοῦλος] Λυδὸς W) ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα, πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος,[*](παριέντος R: παρόντος ) ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων · ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν[*](lac. 4 litt. in V2 fort. supplenda: ἄχρι νῦν[οὕτ]ως ἔνιοι. Cf. Vit. Pel. c. 16) ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας
ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆσ.

ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν παρελθόντες οὖν εἴσω, τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν ὥραν, ἀλειφομένων ἢ θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ Δημήτριος διαμειδιάσας ψεύσομαι[*](ψεύσομαι] Hom. δ 140) εἶπεν ἢ ἔτυμον ἐρέω; δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους καὶ διακεχυμένους τοῖς προσώποις. ὑπολαβὼν οὖν ὁ Μεγαρεὺς Ἡρακλέων οὐ γὰρ ζητοῦμεν ἔφη τὸ βάλλω ῥῆμα πότερον[*](πότερον *: πότερον τῶν δύο τὸ ἓν ) λάμβδα κατὰ τὸν μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδʼ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ βέλτιστον ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα συντείνει καὶ συνίστησι τὸ πρόσωπον· τὰ δʼ ἄλλʼ ἔξεστι τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν, ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας

τοῖς παροῦσιν δέξασθʼ οὖν ὁ Δημήτριος ἡμᾶς ἔφη καὶ μεθʼ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες.

ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ· κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἣκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης; μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος,[*](Ἡσίοδος] OD 199) Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ[*](τότʼ] τόδε Madvigius) ἀπείρηκεν οὐδʼ Ἡρακλῆς αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ[*](ἄρʼ ἃ *: ἄρα ) καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ

καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν. ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν παῦʼ ἔφην ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος
κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν
ὥς φησιν ὁ Πίνδαρος.[*](Πίνδαρος] Bergk. 1 p. 433) καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος; ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην.

ἡσυχίας δὲ γενομένης ἐπʼ ὀλίγον, ὁ Ἀμμώνιος ἐμὲ προσαγορεύσας ὅρα τί ποιοῦμεν εἶπεν ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ

καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδʼ εἶναι διὰ τὸν θεὸν ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ κρείττων δύναμις, ὥστʼ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθʼ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. τοῦ δὲ μετρίου[*](μετρίου Emperius: μεγίστου ) καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δʼ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου,[*](malim τοῖς θείοις πρέποντος ἔργοις (ἔργοις dat. cod. F)) εἰ ταύτην ἀρχὴν[*](ταύτην ἀρχὴν *: ταύτην ) λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν εἰς Πλαταιέας ʽ οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν̓, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι[*](παράσχοιμι] μαρτυρίαν παράσχοιμιW. μετάσχοιμι?) τῆς εὑρησιλογίας. τίνος γὰρ ἦν ἀγαθόν, εἱ[*](εἰ W) ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ τὸ Πτῷον ὅπου μεθʼ ἡμέρας[*](μεθʼ ἡμέρας Turnebus: μέρος ἡμέρας ) ἐντυχεῖν ἔστιν
ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα[*](δὴ τοὐνταῦθα Hauptius: δήπου ἐνταῦθα ) πρεσβύτατον ὂν χρόνῳ τε δόξῃ τε κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν ἀργίαν ἀλλʼ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θʼ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις,[*](καθημέναις X) καὶ τρίτη δʼ ἔφεδρος ἦν ἀποδεδειγμένη. νῦν δʼ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη[*](αὕτη Stegmannus) τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον οὐδὲ τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δʼ ὄψεσθε μεθʼ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας· οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντικὴ, νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.

εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ἤδη σὺ τοῦτο δέδωκας ἔφη τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;ʼ οὐκ ἔγωγʼ εἶπον·

ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις[*](στέρησιν - στέρησις] ἑτεροίωσν - ἑτεροίωσις?) οὖσα ἀναφεύγει[*](ἀναφεύγει] ἀνυφαίνει X) πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα.[*](Σοφοκλέα] Nauck. p. 311) τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν[*](δεῖν *: δεινοὺς ὀφείλειν. Interpolationem pepererit δεῖν pro δεινοὺς acceptum) ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς; ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς[*](τοὺς] εἰς τοὺς R) ἐγγαστριμύθους, Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας; προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς[*](ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς Turnebus: καταμιγνὺς praemissa lac. 90 litt. in V2, 48 in E) ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆσ.

καὶ ὁ Κλεόμβροτος ὀρθῶς λέγεις ἀλλʼ ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς; ἁπλῶς θεὸν οἱ δʼ ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες

ἀστοχοῦσι τοῦ μετρίου καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θέντες[*](θέντες *) θεῶν καὶ ἀνθρώπων καὶ τρόπου τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπʼ Ὀρφέως εἴτʼ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ[*](πολλὰ Eusebius: πρὸς τὰ ) θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δʼ Ὅμηρος μὲν ἔτι φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθʼ ἥρωας, τὸ δʼ ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας[*](εἶθʼ ἥρωας - - γένους εἰς δαίμονας Eusebius; vid. Praeat. p. XXVI) πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς ὥσπερ γὰρ[*](γὰρ*) ἐκ γῆς ὕδωρ ἐκ δʼ ὕδατος ἀὴρ ἐκ δʼ ἀέρος πῦρ γεννώμενον ὁρᾶται, τῆς οὐσίας ἄνω φερομένης· οὕτως; ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δʼ ἡρώων
εἰς δαίμονας αἱ βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν. ἐκ δὲ δαιμόνων ὀλίγαι μὲν ἐν[*](ἐν R: ἔτι ) χρόνῳ πολλῷ διʼ ἀρετῆς καθαρθεῖσαι παντάπασι θειότητος μετέσχον· ἐνίαις δὲ συμβαίνει μὴ κρατεῖν ἑαυτῶν, ἀλλʼ ὑφιεμέναις καὶ ἐνδυομέναις[*](ἐνδυομέναις Turnebus: ἀναλυομέναις ) πάλιν σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν ἴσχειν.

ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος

  1. ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη,
  2. [*](Rzach. Fr. 183)
  3. ἀνδρῶν ἡβώντων[*](ἡβώντων] γηράντων Bergkius) ἔλαφος δέ τε τετρακόρωνος
  4. τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ
  5. ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας[*](δʼ ἡμεῖς τοὺς φοίνικας] φοίνικας δέ τοι ἡμεῖς Rzachius)
  6. νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.
τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ[*](δʼ οὐδὲ Turnebus: δὲ οὖν ) Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 437) εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν
ἰσοδένδρου τέκμωρ[*](τέκμαρ Turnebus: τέκμωρ ) αἰῶνος λαχοίσας,[*](λαχοίσας *: λαχούσας )
διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ
λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος,[*](ἡβώντων οὔτε γηρώντων Amyotus) ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων[*](ἡβῶντος] cf. Kinkel. Epic. Fragm. p. 165. ἡβώντων Stegmannus) ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον,[*](Ἡράκλειτον] Bywater p. 36) ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας,
  1. αἵ τʼ ἄλσεα καλὰ νέμονται
  2. [*](Hom. Υ 8)
  3. καὶ πηγὰς ποταμῶν καὶ πίσεα[*](πίσεα *: πείσεα ) ποιήεντα.

καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν[*](συνεξάπτουσαν W: συνεξαπαπτουσαν ) ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ

v.3.p.85
ἀμήχανα[*](τά τʼ ἀμήχανα κέ] corrupta. ort. τά τʼ ἄλλʼ ἀμήχανα καλῶν ὑπομνήσω σε τὰ τῶν νυμφῶν μάλιστα δὲ τὰ περὶ τὴν κορώνην καὶ τὴν ἔλ. ἐκλύεσθαι κατʼ ἐνιαυτοὺς ὑπερβάλλοντας. Alii alia) ---[*](lacunam indicavit R) καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι[*](ἐκλύεσθαι R: ἐκδύεσθαι ) ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ[*](οὐκ] οὐκοῦν R) ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ[*](αὑτῷ *: αὐτῷ ) καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι[*](πάντων ὧν φέρουσιν ὧραι] Bywater p. 14) γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου[*](δήπου Turnebus: μήπου ) τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν[*](τὴν ἀνθρωπίνην ζωὴν γενεὰν R) λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος; εἶπε τὸ πολλάκις τὸ μετροῦν[*](τὰ μετροῦντα R) καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν[*](συνθέσει μὲν] συντεθειμένος Stegmannus) ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν
τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος,[*](ψυχὴ - βίος Eusebius: ψυχὴν - βίον ) οὐδὲν ἧττον ἐφʼ ᾧ[*](ἐφʼ ᾧ sc. κριτῇ R) βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.

παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας· τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας,[*](ὁρωμένας θεῶν μὲν Turnebus: ὁρωμένων θεῶν ὡς ) θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα[*](σέλα] σελήνην R) καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 674) εἴκασεν ἐν οἷς εἶπεν

  1. ὁ δʼ ἄρτι θάλλων σάρκα,[*](σαρκὶ p. 1090 c) διοπετὴς; ὅπως
  2. ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς[*](ἐς Nauck: εἰς ) αἰθέρα.
μικτὸν[*](μικτὸν Turnebus: μικρὸν ) δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας
κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας[*](μήτε τοὺς μαντείας R) τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος[*](Ἡσίοδος] OD 126) ἁγνούς προσεῖπε πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας, βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ
παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.

περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον·[*](Ἡρόδοτον] 2, 171) ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς

μανίαι τʼ ἀλαλαὶ[*](ἀλαλαὶ Turnebus: ἄλλα. cf. Bergk. 1 p. 450) τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ,
θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι[*](τελεῖσθαι Eusebius: τελεῖν ) μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο[*](ἂν ἐδέχοντο idem: ἀνέχονται ) βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι[*](καταρχόμενοι idem: ἀρχ́μενοι ) καὶ σφάττοντες,[*](σφάττοντες idem: φυλάττοντες ) ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι[*](ἀφοσιούμενοι idem: ἀποσειόμενοι ) καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων[*](ἐνίων] ἐνίοις?) δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ[*](καὶ del. Stegmannus) διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ
παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι[*](σώματι Eusebius: σωματι καὶ διὰ σωμάτων ὁμιλεῖν ) λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον,[*](ἒπαθον Stegmannus) ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη.

καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ Αἰσχύλος[*](Αἰσχύλος] Suppl. 214. Add. ὀρθῶς X) εἶπεν

ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν,
οὔτʼ ὁ Σοφοκλέους[*](Σοφοκλέους] Nauck. p. 311) Ἄδμητος
οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην.
πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς[*](ἱεροῖς] ἱερῶν Stegmannus) τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ
Φιλίππου ʽ παρῆν γὰρ[*](γὰρ Turnebus) ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις[*](θείοις idem: θεοῖς ) οἴεται τοὺς ἀγωνιζομένους·[*](ἀνταγωνιζομένους) τούτοις ἔφη τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω[*](malim ἅλων ) διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ[*](μὴ αἰολα δὲ] ᾗ Αἰολάδαι c X? cf. Hesychius: Αἰοδα παρὰ Δελφοῖς γένος τι ) τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες[*](προσβαλόντες *: προσβαλλόντες ) τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα[*](τὸν Ἀπόλλω codd. DF) κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.[*](ἐπεξιόντας X: ἐπεξιόντες ) ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει,
μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον[*](Ἐμπεδόκλειον] Mullach. I p. 6) ποιεῖν[*](ποιεῖν Emperius: εἰπεῖν ) δόξω
  1. κορυφὰς ἑτέρας ἑτέρῃσι[*](ἑτέρῃσι Scaligerus: ἑτέραις )
  2. προσάπτων μύθων, μήτε λέγειν[*](μήτε λέγειν] μηδὲ λόγων Emperius) ἀτραπὸν μίαν,
ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.[*](καὶ παρόντων] del. Stegmannus)

ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων οὐδεὶς μέν ἔφη τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν · αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες. εὖ λέγεις ὁ Φίλιππος εἶπεν ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων καὶ ὁ Ἡρακλέων τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις εἶπε μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς

δαίμοσι τούτοις μονονουχὶ δράγδην[*](δράγδην W: ῥάγδην ) λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν οὐδʼ αὐτούς ἡμᾶς[*](οὐδʼ ἡμᾶς αὐτοὺς Eusebius) ἔφη λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;

πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτὸν ἀλλὰ φαύλους μέν ἔφη δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος,[*](Δημόκριτος] cf. Vit. Timol. c. 1) εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν, δῆλος[*](δῆλος W: ἢ δῆλος ) ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς[*](μοχθηρὰς] fort. πονηρὰ μοχθηρὰς) γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. περὶ δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδʼ ἀλαζόνος. Αἰμιλιανοῦ

γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς, ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δʼ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι[*](ἔτι] malim ἄρτι) δεδειπνηκότας· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν. ὁ δὲ Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς; ἀπʼ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον ἐπιτείνοντα τὴν φωνὴν εἰπεῖν ὁπόταν[*](ὁπόταν scripsi ex Eusebio: ὅτι ὅταν ) γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε τοῦτʼ ἀκούσαντας, ὁ Ἐπιθέρσης ἔφη, πάντας ἐκπλαγῆναι καὶ διδόντας ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν ἀλλʼ ἐᾶν, οὕτω γνῶναι τὸν Θαμοῦν, εἰ μὲν εἴη[*](εἰ μὲν εἴη ex eodem: ἐὰν μὲν ἧν ) πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας[*](Πὰν ὁ μέγας Eusebius: ὁ μέγας Πὰν ) τέθνηκεν. οὐ φθῆναι δὲ παυσάμενον αὐτόν,
καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος. οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης; γεγενημένον ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας.

ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας[*](διοσημίας Dindorfius: διοσημείας ) πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει; σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς; καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας

τρέφουσι,[*](τρέφουσι Eusebius: τρέπουσι. C. Praefat. p. LVIII) πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν[*](τὸν Eusebius) ἀέρα φαρμάττουσιν ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.

ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος ἔχω μέν ἔφη καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν[*](κωλύειν X: κώλυσιν ) ἔχειν οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς ἔφη γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες.[*](συναποκαλοῦντες *: οὐκ ἀποκαλοῦντες ) ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ[*](τὰ] τοὺς τὰ R, ut τοὺς ad ἕλκοντας rediret, et deinde τοῖς μένουσιν in vita manentibus cum Amyoto) εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι.[*](ἃ ποιμαίνουσιν W: ποῖ μένουσιν ) ἀπλέτους[*](μετʼ ἀπλέτους R. Malim ἐν ἀπλέτοις - περιόδοις ) ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες

εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις[*](λόγοις] λόγῳ Stegmannus) καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες.[*](δυσκολαίνοντες Emperius: δυσκολαίνοντας )

ῥηθέντων δὲ τούτων ὁ Ἀμμώνιος ὀρθῶς ἔφη μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων.[*](καὶ γὰρ ἀθετουμένη - ἀνυπάρκτωνTheophrasti dictum censendum W) ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς[*](ὡς vel potius εἶναι deleverim) οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν. οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ.[*](κωμῳδιοποιοῦ *: κωμῳδοποιοῦ ) διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων[*](θηρίων W: θείων ) πολλὰ μὲν[*](μὲν R) δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν

ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς· μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.