De fortuna Romanorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

αἱ πολλοὺς πολλάκις ἡγωνισμέναι καὶ μεγάλους ἀγῶνοις Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλοις μέγιστον ιἷγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ [*](Ἀρετὴ] ἀρετῆς Cobetus) μὲν ὡς καλὸν μὲν [*](καλὸν μὲν R: καλὸν ) ἀνωφελὲς δέ, Τύχη [*](Τύχη] τύχης δὲ Cobetus) δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά· ἢ βεβαιότατον εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα [*](πρᾶγμα] del. Abreschius) τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων [*](πραγμάτων] del. Abreschius) γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν [*](πόλεις, κοσμοῦσιν R: προσκοσμοῦσιν ) ἄνδρας, εἰς δόξαν ἀνάγουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί

δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.

ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων [*](Πλάτων] Tim. p. 28 b. 32 b) φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν αἱ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν [*](ἀνησιδώραν Iunius: ὀνησιδώραν ) καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ

πλάνης ὥς· φησι Δημόκριτος. [*](Δημόκριτος] Mullach. 1 p. 359) ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδʼ ἐθέλειν [*](οὐδʼ ἐθέλειν *: οὐδὲ θέλειν ) τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων [*](φερομένων Madvigius: φερομένων καὶ ) διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἁδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως; αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν [*](αὑτῇ et αὑτὴν *: αὐτῇ et αὐτὴν ) παρασχεῖν οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ [*](ἦν ἡ Madvigius: ἡ ) φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι.

νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος [*](τοῦ προβλήματος] fort. πρὸ τοῦ (aut πρό του) βήματος, ut cum βαδιζούσας iungatur) ὥσπερ ἀπὸ σκοπῆς [*](σκοπιῆς Duebnerus Homeri Δ 275. δ 524 memor; sed cf. Vit. Tit. c. 5) καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, ἐπανθεῖ [*](ἐπανθεῖ Cobetus: παρέχει ) δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος

ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, [*]( Hom. λ 41)
ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Μούκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος [*](Μούκιοι (aut Λούκιοι) καὶ] Κούριοι καὶ W) ἐκεῖ Σκευόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος [*](Μάρκος Ωράτιος Basileensis: πάκιος καὶ μάρκος ) ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν,
βριθὺς [*](βριθὺς] Bergk. 2 p. 242) ὁπλιτοπάλας δάιος ἀντιπάλοις.

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ

τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα [*](καθεῖσακααθεῖσα Abreschius) περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ἀπειθὴς [*](μὲν γὰρ ἀπειθὴς R: μεγαπενθης. cf. Bergk. 1 p. 382) κατὰ Πίνδαρον οὐδὲ δίδυμον στρέφουσα πηδάλιον ἀλλὰ μᾶλλον εὐνομίας καὶ [*](Εὐνομίας τε καὶ Bergk.) Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας [*](ἀδελφὰ καὶ Προμαθείας Schneidewinus: ἀδελφὴ καὶ προμηθείας ) θυγάτηρ ὡς γενεαλογεῖ Ἀλκμάν. [*](Ἀλκμάν] Bergk. 3 p. 58) τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός·, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ
δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς [*](Νομᾶς * hic et infra: νουμᾶς ) ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, [*](Ταρκυνίων *: Ταρκυϊνίων ) οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ [*](Βαλεαρικοῦ Basileensis: Βαναρίκου ) καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος· ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς· ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους [*](Σοφοκλέους] OR 1090)
ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.
καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ [*](κατὰ R: καὶ τὰ ) τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,
καὶ εἰκότως· [*](καὶ εἰκότως] εἰκότως Cobetus) πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ κατὰ Μένανδρον, [*](Μένανδρον] Meinek. 4 p. 278) ἀλλὰ τύχη μετέσχηκεν.

ἆρʼ οὖν [*](οὖν] οὐκ ἂν (οὖν)?) ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους, ὡς,· τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς; μέν γε [*](γε] γάρ?) παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον καὶ τὸ τῆς Μέντις καλουμένης (Γνώμης ἂν νομίζοιτὀ) [*](νομίζοιτο] ὀνομάζοιτο?) Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη [*](ἢ δη] ἢδη γὰρ?) τότε λόγων καὶ σοφισμάτων [*](σοφισμάτων] R ex p. 322 d: σοφιστῶν) καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης; ἢ καρτερίας ἢ μεγαλοψυχίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ [*](ὁ Νομᾶ R: ὄνομα ) θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, [*](παρωνόμασεν] παρωνόμασαν M) πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε [*](ὅτε W: πρὸ Καμίλλου ὅτε ) Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο [*](ἄπετρεψ́ψαντο] ἀπέστρεψαν p. 322 e. ἀπετρίψαντο R. ἀπεστρέψαντο Bruhnius) διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ

αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς· μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς; πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν ὁσίως [*](ὁσίως] ὁσίῳ? cf. Vit. Cor. c. 37) με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς· πλάστιγγος καθεῖλεν, οὔτʼ Εὐβουλίας οὔτʼ Ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη [*](ἕδη R: ἐκεῖ ) παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ [*](Καιδικίῳ *: καιδεκίῳ ) βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. [*](καὶ μὴν καὶ Φούριος Κάμιλλος - - - προσδέχεσθαι] transponit ante τὸ δὲ τῆς γυναικείας Τύχης (p. 389 lin. 22) Bruhnius) τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν [*](φόρτιν R: ἣν φόρτικαν ) καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς; τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.

περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν. [*](περὶ δὲ Γαϊου Καίσαρος - ἐμαρτύρησεν] delet Bruhnius) ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήρθη πρὸ μιᾶς ἡμέρας νοννῶν [*](νοννῶν *: νόννων ) Ἰανουαρίων,

χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης· εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάσσῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὤν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης, ἐτόλμησεν εἰς· ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ [*](τοῦ ποταμοῦ] seclusit Duebnerus, sed cf. Appian. 2, 56. 57) γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς τὸ ἱμάτιον, καὶ ἀναδείξας· ἑαυτὸν ἴθι ἔφη γενναῖε, τόλμα καὶ δέδιθι μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν· ᾗ ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάσσῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις· τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.

τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστός, ἄρξας δὲ τέσσαρα καὶ πεντήκοντα ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ

τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάσσᾳ καὶ Ἱρτίῳ [*](Ἰρτίῳ * hic et infra: ἰρτίῳ ) καὶ Μάρκῳ Ἀντωνίῳ[*](Μάρκῳ Αντωνίῳ Basileensis: ἀντωνίῳ καὶ μάρκῳ. Vid. Praefatio p. XXXIX), ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις [*](καὶ πολέμοις] om. mei codd.) καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάσσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν αὐτὴν [*](αὐτὴν *: τὴν ) τύχην Καίσαρος τίθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος; Καῖσαρ. λέγεται δέ, πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης, πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης·, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.

ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν

πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς; πόλεως; λαβόντας. εὐθὺς γοῦν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καὶ τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην [*](τὴν μὲν Τύχην - τὴν δʼ Ἀρετὴν Huttenus: ἀρετῆς μὲν - τὴν δὲ τύχην ) ὑποβολὰς [*](ὑποβολὰς M: ὑπερβολὰς ) κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἱδρυσαμένων [*](ἰδρυσαμένων Emperius: ἐνιδρυσαμένων ) καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μιχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναὶ φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος· οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ὥσπερ ὁ Ἄρης θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. τοῦτο δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος· τοῦ ἡλίου ἠφανίσθαι, νόνναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου ζητοῦντος [*](ζητοῦντος R: αἰτοῦντος ) ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι· ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσβλύζουσα [*](προσκλίνουσα Abreschius) καὶ περισκιαζομένη χθαμαλοῖς δένδρεσιν ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς
μαστοὺς γάλακτι, τῶν σκύμνων ἀπολωλότων, αὐτὴ [*](αὐτὴ] αὐτῇ W ut cum ἀπολωλότων iungatur) χρῄζουσα κουφισμοῦ, περιέστειξε [*](περιέστειξε *: περιέστηξε ) τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα [*](στόμα] τὸ στόμα?) τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτὸν ὀκλάσασα τοῖς βρέφεσι παρέσχε μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις καὶ ἀγνοηθῆναι Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα καὶ σόφισμα φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνώρισμα [*](γνώρισμα Aldina: γνωρίσματα ) τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους, ῥηθεὶς πρός τινας τῶν ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης; καὶ ἄσχολος,
ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ ἡσυχίας τὴν οὖν ἑορτὴν εἰπεῖν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; κἀμοῦ τοίνυν ἔφη μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτὴν ἀλλʼ ὁρᾷς πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγορὰ καὶ ἀρχεῖα βοτηρικαὶ [*](βοτηρικαὶ *: βοτῆραι καὶ ) καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν, Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων ἀρχὴ μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ ἡ Τύχη παρέσχε, σῴσασα καὶ φυλάξασα τὸν κτίστην· ἡ μὲν γὰρ Ἀρετὴ μέγαν ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι μέγαν ἐτήρησε,

καὶ μὴν τήν γε Νομᾶ βασιλείαν πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς [*](τἀνδρὸς *: τʼ ἀνδρὸς ) ἐν συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν

τὴν πολιτείαν, ἴσως μυθωδέστερόν ἐστι. καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως; ἀγαπητῶς; οὐδʼ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ σύνεδρον καὶ συνάρχουσαν ἣ καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι, τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους; ὥσπερ πνεύματα κατέσβεσεν οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον [*](ἀπόλεμον R: καὶ ἀπόλεμον ) καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν πόλιν, αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνήθειαν [*](συνήθειαν] συνάφειαν?) οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς; κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς
ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς· ὁ δὲ δεύτερος παραλαβὼν χρόνον παρέσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, ἐπιλαβόμενος; πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας. εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μουτίλος [*](Μουτίλος X: μούϊλος ) ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, [*](Τελεσῖνος Basileensis: ἢ τελεσῖνος ) ὡς [*](ὡς eadem: ὃς ) ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν· νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς ὕστερον πολέμους παρασκευῆς ἑφόδιον Ῥωμαίοις ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ
θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ πολέμου πύλην καλοῦσιν· ἀνέῳγε μὲν γάρ, ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης. Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη, τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων, πάλιν διʼ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης, Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου [*](Μαλλίου *) ὑπάτων. μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι μέχρι [*](μέχρι Benselerus: ἄχρι ) τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος· τότε δʼ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν· αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ καὶ Γαλατίαι [*](Γαλατίαι R: γαλατίας ) συρραγεῖσαι Γερμανοῖς, συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.

τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ φερέπολιν [*](φερέπολιν] cf. Paus. IV 30, 6) τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον. [*](κατὰ Πίνδαρον. Σέρβιος δὲ Τύλλιος W: κατὰ Πίνδαρον· ἔξεστι δʼ οὕτω θεωρεῖν. ἱερόν ἐστιν Ἀρετῆς ἐν Ῥώμῃ τιμώμενον, ὃ Οὐρτοῦτις αὐτοὶ καλοῦσιν, ἀλλʼ ὀψὲ καὶ μετὰ πολλοὺς χρόους ἱδρυθὲν ὑπὸ Μαρκέλλου τοῦ Συρακούσας ἑλοντος. ἔστι δὲ καὶ Γνώμης, ἢ νὴ Δία Εὐβουλίας βεώς, ἣν Μέντεμ καλοῦσιν, ἀλλὰ καὶ τοῦτο Σκαῦρος Αἰμιλιος περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονὼς καθείρωσεν, ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας Ἑλληνικῆς εἰς τὴν πόλιν παρεισρυείσης. σοφίας δὲ ἔτι καὶ ϝῦν ἱερὸν οὐκ ἒχουσιν οὐδὲ σωφροσύνης οὐδὲ καρτερίας οὐδὲ μεγαλοψυχίας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ πάμπολλα καὶ παλαιὰ καὶ λαμπρὰ τιμκὶς πᾶσιν ὡς ἕπος εἰπεῖν ἐνίδρυται καὶ καταμέμικται τοῖς ἐπιφανεστάτοις μέρεσι καὶ τόποις τῆς πο?λεως. καὶ τὸ μὲν τῆς ἀνδρείας Τυχης ἱερὸν ὑπὸ (ἀπο codd.) Μαρκίου Ἀγκου τοῦ τετάρτου βασιλέως ἱδρυθὲν καὶ ὀνομασθὲν οὕτως, ὅτι πλεῖστον ἡ ἀνδρεία τύχης (ita W: πλεῖστον ἀνδρείας ἢ τύχης) εἰς τὸ νικᾶν μετέσχηκε· τὸ δὲ τῆς γυναικείας αὖθις ὑπὸ (ἀπο codd.) τῶν γυναικῶν, αἳ Μάρκιον Κοριολᾶνον ἀπέστρεψαν ἐπάγοντα τ͂ͅ Ῥωμῃ πολεμίους, καθοσιωθὲν οὐδεὶς ἀγνοεῖ. Σέρβιος δὲ Τύλλιος ) Σέρβιος

δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς,· ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης· ὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον, ὃ νῦν Φενέστελλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ [*](Καπετωλίῳ * hic et infra: καπιτωλίῳ ) τὸ τῆς; Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν [*](Μουσκώσαν Basileensis: μουσικώσαν ) καλουμένην κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις [*](Αἰσκυλίαις M: αβισκύμαις ) ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ
Τύχης βωμὸς εὐέλπιδος· [*](εὐέλπιδος X: εὐέλπιδος ἢ ὡς ἐλπίδος ) ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης Ἐπιταλαρίου [*](ἐπιταλαρίου] fort. ἐπιταλασίου) βωμὸν ἄρρενος Τύχης ἕδος,·. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσες, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι μεγάλη ῥοπὴ μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανακυλλίδι [*](Τανακυλλίδι Basileensis: Ταρκυλλίδι. Sed p. 401, 10 recte dat Τανακυλλίδος codex V4 ) τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως; ἐδούλευσε· καὶ πελάτης; τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος. οἱ δʼ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι [*](ἀνατεῖλαι R) γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι [*](Τανακυλλίδι Basileensis: Ταρκυλλίδι. Sed p. 401, 10 recte dat Τανακυλλίδος codex V4 ) φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον γενέσθαι. τίκτεται δʼ οὖν Σερούιος, καὶ βρέφους ὄντος
ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν [*](Γεγανίαν Basileensis: γετανίαν ) θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς; παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου τελευτήν,. Τανακυλλίδος σπουδασάσης. ἐπεὶ πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη τελευτῶσα γὰρ ὡς ἔοικεν ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ μὴ [*](μὴ X) προέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία παντάπασι τῆς Τύχης, ἣν ἔλαβὲ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.

ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν. οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου ὥς φησι Τιμόθεος, [*](Τιμόθεος] Bergk. 3 p. 622) τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδʼ ὁρμαῖς [*](ὁρμαῖς] γνώμαις W)

προχωροῦσαν [*](προχωροῦσαν R: προσχωροῦσαν ) ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην, [*](ἐπιταχυνομένην idem: ἐπιταχυνομέηνς ) ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις [*](προσοριζομέναις Emperius: προσορμιζομέναις ) τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος [*](Φίλιππος - Μακεδονίαν Basileensis: φίλιππον - μακεδονία ) ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι σφαλέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο Πόντον Εὔξεινον Συρίαν Ἀραβίαν Ἀλβανοὺς; Ἴβηρας τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσηβρινῶν ἀνέκοψεν [*](ἀνέκοψεν R: ἀπέκοψεν ) ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάσσης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς; διωκομένους περὶ [*](περὶ R: ἐπὶ ) τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος; πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς· ὁ Μακεδόνων, [*](Μακεδόνων *: μακεδών ) οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ
Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Κολοφωνίων [*](Κολοφωνίων] Καρχηδονίων?) ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς ἔχθραις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ κατανάλωσε περὶ τὴν Ἰταλίαν. οὗτος τὸ Κίμβρων καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων [*](ὅπλων] sanum est. cf. p. 408, 13) ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν. διὰ τοῦτον [*](τοῦτον R: τοῦτο ) Ἀντίοχος μὲν ἠσχολεῖτο, πολεμουμένου Φιλίππου, Φίλιππος δέ, κινδυνεύοντος Ἀντιόχου, προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμιξεν ἑαυτὸν συναπολέσθαι.

τί δʼ οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρόπολιν,

νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· [*](Hom. A 10)
τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον [*](ταὐτόματον *: τὸ αὐτόματον ) ἔκπυστον ἐποίησε γενέσθαι. περὶ ἧς κἀν [*](κἀν * κἂν ) βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ [*](ἐπʼ Ἀλλίᾳ Basileensis: ἐν παλλίᾳ ) ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ [*](ἀπὸ R: ὑπὸ ) τῆς φυγῆς ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον [*](Καπετώλιον unus codex: κοπιτώλιον ) ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς; εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν πτήξας δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν. ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν [*](λαμβάνειν] λαγχάνειν Patzigius) ὁ ἀνήρ, μηδʼ ὡς ἀπεγνωκὼς τὴν πόλιν ὅπλοις ἀρχαιρεσιάζῃ [*](ἀρχαιρεσιάζῃ τὰ] ἀρχαιρεσιάζηται Madvigius) τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίσασθαι τὴν τῶν στρατιωτῶν γνώμην μαθόντας, ἦν οὖν Γάιος Πόντιος ἀνὴρ ἀγαθός, καὶ τῶν δεδογμένων αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ κουφότητι τοῦ
ὀχήματος παραθέμενος ἀφῆκε τῷ ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς; τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ τῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδιδοὺς; ἑαυτὸν καὶ ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἀντιπέρας [*](ἀντιπέρας] ἄνω τῆς πέτρας Emperius) καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα καὶ· λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον. ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, [*](ἐπερείσεις R) ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον [*](ἠρεμώτατον?) διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ τοὺς [*](καὶ τοὺς] καὶ?) προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων
αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον· ὑφʼ ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει νῦν ἐπὶ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος, ἡ δʼ ὄψις ἐπιδείκνυται Τύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης, τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν, ἐμπαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν [*](νῦν R) ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ἄνω λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν γενέσθαι μηδʼ εἶναι; πυρὶ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ [*](ὄρφνῃ *: ὀρφνῇ ) καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ
ἄλογα καὶ ἄτολμα θρέμματα σωτηρίας ἀρχὴν παρέσχε, καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ Σερουίους [*](Σερουίους] Σερουιλίους W) καὶ Ποστουμίους καὶ Παπιρίους τῶν αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ [*](τοῦ πατρίου θεοῦ] τῶν πατρίων θεῶν R) καὶ τῆς πατρίδος ἀμύνεσθαι; εἰ δέ, ὥσπερ Πολύβιος ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαίων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι τὰ οἴκοι, τῶν προσοίκων βαρβάρων ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων, ἀνεχώρησαν εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην, ὡς οὐχὶ τῆς· σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως

ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς; οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα [*](πράγματα] γράμματα R. cf. Liv. 6, 1) διαφθαρῆναι τῶν Ῥωμαίων καὶ συγχυθῆναι [*](διαφθαρῆναι - συγχυθῆναι] συγχυθῆναι - διαφθαρῆναι Abreschius) τοὺς ὑπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν. ἐγὼ δὲ τίθεμαι [*](τίθεμαι] τύχην τίθεμαι?) καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος; ἤδη τὰς τῶν

ὅπλων αὐγὰς εἰς· τὴν Ἰταλίαν, ὡς πρόφασις [*](ὡς πρόφασις] fort. ὡς cum V4 deleto cetera corrigenda sunt ita: πρόφασις μὲν γὰρ ἧν αὐτῷ κέ ) μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς; ἐπὶ [*](ἐπὶ Madvigius: ὁ ἐπὶ ) πάντας ἀνθρώπους δόξης; ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην· ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις
οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι [*](διακρινέεσθαι ὀίω Hom. ς 148) οἴω,
συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες,
  1. ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  2. [*](Hom. ι 49)
  3. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.