Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα[*](λιποτακτήσαντα, the preferred form: λειποτακτήσαντα.) ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, οὐκ ἐμὸν τὸ φίτυμα. ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε,

  1. ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος
  2. Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι.
  3. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν,
  4. ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.

ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη,

  1. δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε, τέκνον, ἄδακρυς
  2. θάπτω[*](θάπτω S. A. Naber and Hartman: καὶ ἱλαρὰ θάπτω. Pantazides would omit καὶ ἐμὸν καὶ to accomplish the same result, but cf. 235 a.) τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.

ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν[*](νυν Hatzidakis: νῦν.) ἔκνιψαι ἢ μὴ ἔσο.

ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῦ,[*](ποῦ] ποῖ Stobaeus, Florilegium, cviii. 83.) φησίν, ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; ἀνασυραμένη καὶ ἐπιδείξασα[*](ἐπιδείξασα] δείξασαibid.) αὐτοῖς.

προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, τί πράττει ἡ πατρίς; εἰπόντος δέ, πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;

διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν, εἶπε, τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;

ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο

ἐπυθόμην, εἶπε, κακὸν ἀνδράποδον, ἀλλὰ τί πράττει ἡ πατρίς. φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν, εἶπε, δέχομαι καὶ τὸν τῶν παίδων θάνατον.

Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ, ὦ γύναι, τᾶς τύχας, εἶπε, νὴ. τὼ σιώ ἀλλὰ τᾶς καλᾶς γʼ, ἔφη· καὶ γὰρ αὐτὸν οὗ ἕνεκεν ἔτεκον, ἵνʼ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτό μοι συνέβη.

Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέτταρας υἱοὺς ὄντας κοσμιωτάτους, τοιαῦτα, ἔφη, δεῖ εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ ἐπὶ τούτοις ἐπαίρεσθαι καὶ μεγαλαυχεῖν.

ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε, κακά τευ[*](τευ Valckenaer as in no. 3 supra (241 a) and Stobaeus, Florilegium, cviii. 83: τοι.) φάμα κακκέχυται· ταύταν ἀπώθευ[*](ἀπώθευ Hatzidakis (cf. Cicero, Ad Atticum, xiv. 22): ἀπόθευ.) ἢ μὴ ἔσο.

παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου[*](Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28.) κατηγόρουν μεταπεμφαμένη δὲ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν, ἁ μάτηρ Παιδαρήτῳ[*](Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28.)· ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.

ἑτέρα ἐπʼ ἀδικήματι τῷ παιδὶ κρινομένῳ, τέκνον, εἶπεν, ἢ τᾶς αἰτίας ἢ σεαυτὸν τοῦ ζῆν ἀπόλυσον.

ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, τέκνον, εἶπε, κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.

ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ἐὰν τῆς ἀρετῆς, εἶπε, μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις.

Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν. αἰσχυνομένῳ δʼ αὐτῷ εἶναι[*](εἶναι F.C.B., ἐπὶ τῷ Wyttenbach: ἐν.) γελοίῳ ἡ μήτηρ, καὶ πόσῳ βέλτιον, ὦ τέκνον, εἶπε, μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτῳ;ν

ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη, τέκνον, ἔφη, ἢ τὰν ἢ ἐπὶ τᾶς.

ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα, ταύτην, ἔφη, ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο.

ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε, καὶ βῆμα πρόσθες.

ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ἐμὸς γὰρ ἦν,

εἶπε. περὶ δὲ τοῦ ἑτέρου[*](τοῦ ἑτέρου] του ἑτέρου Wyttenbach, but cf. no. 1 supra (241 a).) πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, οὐ γὰρ ἦν ἐμός, ἔφη.

ἑτέρα ἀκούσασα τεθνάνα τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο κάτθετε[*](κάτθετε] θάπτετε S. A. Naber.) αὐτόν, ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.