Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς[*](ἑαυτοῦ in some mss.) ἀκούσασα, παραγενόμενον ἀνεῖλε· τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε,

  1. τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ
  2. ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.

ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα[*](λιποτακτήσαντα, the preferred form: λειποτακτήσαντα.) ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, οὐκ ἐμὸν τὸ φίτυμα. ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε,

  1. ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος
  2. Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι.
  3. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν,
  4. ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.