Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς, διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι[*](Λάκαιναι, the usual form: λάκωναι.); ὅτι, ἔφη, καὶ τίκτομεν μόναι ἄνδρας.

Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν ὁ δὲ ἔφη, ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.