Instituta Laconia

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων.

ἔνιοι δʼ ἔφασαν, ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε τῆς ἀρχῆθεν διατεταγμένης μοίρας· πωλεῖν δʼ οὐκ ἐξῆν.

τοῖς τῶν πλησίον οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν· καὶ ἐν ἀγρῷ δὲ εἲ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα [*](τὰ σημεῖα] collocaverim post ἀνοίξας. cf. Xen. Reip. Lac. VI 4) σημηνάμενος κατέλειπεν.

ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρεῖχεν· [*](παρεῖχεν *: παρέχειν ) καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον.

ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ,

ἀλεκτρυόνα· ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.

ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι.

εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν.

Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον· καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων.

ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι

τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν, [*](Leutsch. 2 p. 653)
ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή.

τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας.

ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.

Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.

κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.

Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν·.

  1. ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ [*](Bergk. 2 p. 384) ἔντος [*](ἐντος Brenckius: ἐντὸς ) ἀμώμητον κάλλιπον οὐκ ἐθέλων·
  2. αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· [*](αὐτὸς - τέλος add Sextus Emp. Hypot. 3 p. 182) ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.

κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.

Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.

Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλε.

τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο.

Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.

οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι, διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός; ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις· γίνεται δὲ καθʼ ἕκαστον ἔτος