Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ [*](δὲ scrib. vid. δʼ ἐν ) δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι ἢ [*](ἢ] μᾶλλον ἢ?) ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε ἃ δὲ λέγετε παραιτήσομαι.