Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται τὰ μὲν πρῶτα [*](πρῶτα] πρᾶτα) ἐπιλελάθαμες, [*](ἐπιλελάθαμες] ἐπιλελάσμεθα idem) τὰ δὲ ὕστερα οὐ συνείκαμες [*](συνείκαμες idem: συνήκαμες ) διὰ τὸ τὰ πρῶτα [*](πρῶτα] πρᾶτα Cobetus) ἐπιλελᾶσθαι.

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν ἔφασαν ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.

πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν εἶπον δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον.

Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷς; εἶπεν ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.

ἄλλος πυθομένου τινὸς διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον εἶπε τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.

ἐπαινοῦντός τινος τοὺς ἀρίστους μαχητάς, Λάκων εἶπεν ἐν Τροίᾳ.