Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Πλείσταρχος ὁ Λεωνίδου [*](ὁ Λεωνίδου *: Λεωνίδου ) πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ὅτι ἔφη ἐκεῖνοι μὲν [*](μὲν] μὲν μᾶλλον?) ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.

Συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ ὦ ξένε ἔφη συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;

πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ἥδιον ἔφη ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος.

λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει θαυμάζω ἔφη εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.