Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ὁ σοὶ [*](σοὶ] σοὶ ἔφη?) ἀνομοιότατος;.

Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης , ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι εἶπεν ὦ ἄνθρωπε ἐπʼ ἐμοὶ κλαίειν· [*](κλαίειν] κλαίων Vit. Agid. c. 20) καὶ γὰρ οὕτω

παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείσσων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως

Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ [*](δὲ scrib. vid. δʼ ἐν ) δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι ἢ [*](ἢ] μᾶλλον ἢ?) ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε ἃ δὲ λέγετε παραιτήσομαι.

Ἀλκαμένης; ὁ Τηλέκλου, [*](Τηλέκλου X: τηλέκρου ) πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος ἔφη τὸ κέρδος μὴ ποιοῖτο.

ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, ὅτι λαβόντος μου ἔφη πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.

λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, καλὸν γάρ ἔφη πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.