Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος οὐδὲν κακὸν ἔχεις , οὐ γάρ σοὶ ἔφη ἰατρῷ χρῶμαι.

μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, ὅτι εἶπεν εἰ ἔλαβον αὐτοῦ πεῖραν οὐκ ἂν ἔζων.

τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ γέρων γέγονας , διότι εἶπεν οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.

κράτιστον δέʼ ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.

Παιδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, οὐκοῦν ἔφη ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.

ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν διʼ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.

οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἣτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν

ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας· ἐχούσῃ.

Πλείσταρχος ὁ Λεωνίδου [*](ὁ Λεωνίδου *: Λεωνίδου ) πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ὅτι ἔφη ἐκεῖνοι μὲν [*](μὲν] μὲν μᾶλλον?) ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.

Συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ ὦ ξένε ἔφη συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;

πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ἥδιον ἔφη ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος.

λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει θαυμάζω ἔφη εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.

Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς ἔφη λέγεις μόνοι γὰρ Ἑλλήνων ἡμεῖς; οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν.

Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος

τοῖς ἐχθροῖς συχνά, οὐ συνίης ἔφη τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;

ἐξάγοντος δʼ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, οὐκ ἔφη ἀλλʼ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζει. [*](μέλλει - βαδίζει] malim μέλλοι - βαδίζοι)

Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλʼ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτοὺς τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δʼ ὑπὲρ τῶν ὅρων τῶν [*](ὅρων τῶν *: ὁρώντων ) τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι ἦλθον γὰρ χώραν ἀπολαβεῖν · οὐ καταλαβέσθαι πόλιν.