Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ναμέρτης πρεσβευτὴς ἀποσταλείς, μακαρίζοντός τινος αὐτὸν τῶν ἐκεῖθι διότι πολύφιλος εἴη, ἠρώτησεν εἰ δοκίμιον ἔχει τίνι τρόπῳ πειράζεται ὁ πολύφιλος· ἐπιζητοῦντος δὲ θατέρου μαθεῖν, ἀτυχίᾳ εἶπεν.

Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, οὐκοῦν ἔφη δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.

πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ὅτι ἔφη πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.

τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν , ἀληθίζῃ ἔφη ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι [*](τύχῃ?) σπουδάζομεν.

Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.

ἐν Ἀκαδημείᾳ [*](Ἀκαδημείᾳ *: ἀκαδημίᾳ ) δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, τί δʼ ἄλλο ἔφη ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.