Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν ἔφη εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.

τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.

λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἄλλας [*](οὐκ ἄλλας] οὐκ ὀλίγους m. s. V². οὔκ, ἀλλʼ ἅλις an οὔκ, ἀλλὰ πολλοὺς?) ἔφη πρὸς ἣν βαδίζομεν πρᾶξιν.

πάλιν δὲ αὐτῶν εἰπόντων μή τι ἕτερόν διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων [*](τῶν βαρβάρων] delevit Madvigius) κωλύειν; [*](κωλύειν] ἰέναι κωλύσων idem) τῷ λόγῳ ἔφη τῷ δʼ ἔργῳ ἀποθανούμενος [*](ἀποθανούμενος] ἄπειμι ἀποθανούμενος?) ὑπὲρ τῶν Ἑλλήνων.

γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον --- [*](lacuna 9 litt. in V² ) ἄμμε δὲ χρονοτριβέειν ἤδη γὰρ κτάμεν [*](ἢ κτάμεν *: ηκαμεν vel ἥκαμες ) τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες.

λέγοντος δέ τινος ἀπὸ τῶν ὀιστευμάτων

τῶν βαρβάρων οὐδὲ τὸν ἣλιον ἰδεῖν ἔστιν, οὐκοῦν ἔφη χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα.

ἄλλου δὲ εἰπόντος πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν ἔφη καὶ ἡμεῖς αὐτῶν ἐγγύς.

εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με ἔφη τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.

ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν εἶπεν πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.

Ξέρξου δὲ γράψαντος αὐτῷ ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν· ἀντέγραψεν εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος πέμψον τὰ ὅπλα, ἀντέγραψε μολὼν λαβέ.

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, οὐ γάρ ἔφη πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι

τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι ἔφη τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.

τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν ὁ μὲν εἶπεν οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα· ὁ δὲ δεύτερος αὐτοῦ μένων κρέσσων ἂν εἴην ὁ δὲ τρίτος οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.