Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο ἔφη ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν; [*](δὲ σιωπῶν W: δʼ ἐσιώπων )

πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον· εἰπόντος; δʼ ἐκείνου τί τοῦτο; μόνος ἥκεις; ἔφη καὶ γὰρ πρὸς ἕνα.