Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ τοῦ μὲν κακῶς λέγειν ἔφη ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ.

τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν

αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ὧν εἰρήκατε ἔφη τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι· τὰ δʼ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.

Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν ἑκοντὶ δʼ οὐ διδόντας βίᾳ ληψόμενος ἦλθον· ἔφη σύντομος ἡ πονηρία.

φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος ἆρα [*](ἆρα *: ἄρα ) διὰ τοῦτο ἔφη πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς; σῆς κακίας λέγειν; [*](λέγειν; *: λέγειν)

τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν ἔφη ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.

Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.