Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.

ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ

δὲ δίκαιοι πάντες γένοιντο, μηδένʼ [*](μηδὲν] μηδένα Cobetus) ἀνδρείας δεηθήσεσθαι.

[*](δεηθήσεσθαι] δεήσεσθαι idem)

εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;

ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.

ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις εἰ λέγοι εἶπε τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα,

τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.

ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς; παῖδας, ταῦτʼ εἶπεν οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.

δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν ἔφη εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;

ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ

ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν· ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.

φιλοτεκνότατος δʼ ὢν διαφερόντως, [*](φιλοτεκνότατος δʼ ὢν διαφερόντως] aut corrigendum φιλότεκνοι aut cum uno codice delendum διαφερόντως ) λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν· ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.

συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς; ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν ὅπως πολεμεῖν μὴ μανθάνωσιν.

ἐπεὶ δὲ ἢκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμοίοις πολλοὺς ἀκολουθοῦντας, [*](πολλοὺς ἀκολουθοῦντας M: πολλοὶ ἀκολουθοῦντες ) ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας.

τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς; κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς; τέχνην ἐργάζεσθαι καὶ [*](καὶ *) μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος ὁρᾶτε εἶπεν ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;

ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προσελθὼν εἰς τὸ δημόσιον νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι· τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.

τὸν δʼ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.

ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο

τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν · εἰ οὖν τοῦτον ἀνέλοιμεν, ῥᾷστα τοῦ ἄλλους ὑποχειρίους ποιήσειν· ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς; ἀξίους. ὃ καὶ συνέβη· τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως [*](καιρίως] καιρίαν Cobetus) ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων [*](χειρ́ονων delevit Madvigius) παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.

χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ· διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.

ἐπεὶ δὲ τοὺς παρʼ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς

παρατάξεως ἔγνω προθύσασθαι ἀσυνειδήτως τοῖς ἄλλοις· καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστρωμένῃ [*](ὑπεστρωμένῃ] ὑπεστραμμένην M) τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα· κρατῶν δὲ ἐφʼ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν ἔχειν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.

περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, [*](Νεκτανάβιος W: νεκτάβιος ) ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.

κατὰ δὲ τὸν Αἰγύπτου [*](Αἰγύπτου] malim ἀπʼ Αἰγύπτου) ἀπόπλουν ἀποθνήσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.