Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε· Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν· τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δʼ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων· δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς

φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον οἱ δὲ καλούμενοι Τρωαδεῖς, [*](Τρωαδεῖς] Τράλλεις Vit. Ages. c. 16) οἷς καὶ Ξέρξης ὡς λέγεται δέδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.

τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύεσθαι, βουλευέσθω τοίνυν εἶπεν ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. [*](προάγειν Cobetus ex Vit. Ages. c. 16: προαίρειν )

τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς;

οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας φεῦ τᾶς Ἑλλάδος ἔφη ἣ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.

Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησε.

Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας [*](μόρας Turnebus: μοίρας vel μυριάδας ) τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν [*](Ξενοφῶν] Hist. Gr. 4, 3, 16. Ages. 2, 9) τῶν καθʼ ἑαυτὸν γενομένων.

οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.

ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν [*](καθεῖσαν Cobetus: καθίσασαν )

Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.

Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.

ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται, διότι εἶπε παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.

Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.

τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε διαπραττόμενος δὲ πέμπεσθαί [*](δὲ πεμπεσθαι *: δʼ ἕπεσθαι ) τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε [*](ἐπεδείκνυε *: ἐπιδείκνυε ) γενομένους

ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.

ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου ἀλλʼ οἱ ἐμοὶ ξένοι εἶπε τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.

ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δίαʼ ἔφη καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.

Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον ἔφη οἱ λόγοι σου πολλῆς δυνάμεως [*](πολλῆς δυνάμεως] πόλεως Cobetus) δέονται.

ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν [*](ἄρξειν *: ἄρξαι ) τινὸς φιλοφρονήσεως· τέλος δὲ εἶπεν οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ, οὐδʼ ἤκουσας ὅστις εἰμί; ὁ δʼ Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν [*](εἶπεν *) ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.

τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν

ἀκοῦσαι παρακαλούμενος, παρῃτήσατο φήσας αὐτᾶς ἄκουκα πολλάκις.

Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ [*](καὶ] om. mei codd.) πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, [*](Τιρίβαζον *: τηρίβαζον ) τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας·, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα [*](ἥκιστα Iannotius: κάκιστα ) συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.