Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ ὦ λῷστε ἔφη ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;

ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν οὗτος ἀγαθὸς ψάλτης ἐστίν , παρʼ ἡμῖν δέ γε οὗτος ἔφη ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.

ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, πρὸς τί; ἔφη καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.