Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγὴν ὦ λῷστε ἔφη μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.

τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν ὦ ξένε ἔφη οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ,

πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, ὅτι ἔφη οὐ τούτων ἐπιμελούμενοι ἀλλʼ αὑτῶν αὐτοὺς ἐκτησάμεθα.