Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ πρεσβυτέρων τοὺς ἡττημένους κακιζόντων, τί [*](τί] ὅ τι?) πεφεύγασιν οὓς τοσαυτάκις ἐδίωξαν, εἰπεῖν τινα λέγεται τῶν Νομαντίνων ὡς τὰ πρόβατα ταὐτὰ καὶ νῦν ἐστιν, ὁ δὲ ποιμὴν ἄλλος

ἐπεὶ δὲ τὴν Νομαντίαν ἑλὼν καὶ θριαμβεύσας τὸ δεύτερον πρὸς Γάιον Γράκχον ὑπέρ τε τῆς βουλῆς καὶ τῶν συμμάχων κατέστη διαφορᾷ, [*](διαφορά] ἐν διαφορᾷ?) καὶ λυπούμενος ὁ δῆμος ἐθορύβησεν αὐτὸν ἐπὶ τοῦ βήματος, ἐμέ εἶπεν οὐδέποτε στρατοπέδων ἀλαλαγμὸς ἐθορύβησεν, οὔτι γε συγκλύδων ἀνθρώπων, ὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ μητρυιὰν οὖσαν ἐπίσταμαι.

τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν τύραννον εἰκότως εἶπεν οἱ τῇ πατρίδι πολεμοῦντες ἐμὲ βούλονται προανελεῖν· οὐ γὰρ οἷόν τε τὴν Ῥώμην πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς Ῥώμης πεσούσης.

Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς αὐτὸν ὡς, ἐὰν δέκα μόνους ἀποβάλῃ, λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτὸν εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι

τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, εἰ τοῦτο [*](τοῦτο W: τοῦτον ) ἔφη συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἐπέθηκα.

Σκιπίωνι δὲ ζῶντι πολεμῶν, ἀποθανόντος ἠχθέσθη, καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν

ὑπὲρ τῆς Ῥώμης, ὅτι παρʼ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.

Γάιος Μάριος ἐκ γένους ἀδόξου προϊὼν εἰς πολιτείαν διὰ τῶν στρατειῶν, ἀγορανομίαν τὴν μείζονα παρήγγειλεν· αἰσθόμενος δὲ ὅτι λείπεται τῆς αὐτῆς ἡμέρας ἐπὶ τὴν ἐλάττονα μετῆλθε· κἀκείνης ἀποτυχὼν, ὅμως οὐκ ἀπέγνω τοῦ πρωτεύσειν Ῥωμαίων.

ἰξίας δὲ ἔχων ἐν ἀμφοτέροις τοῖς σκέλεσι παρέσχεν ἄδετος ἐκτεμεῖν τῷ ἰατρῷ, καὶ μὴ στενάξας μηδὲ τὰς ὀφρῦς συναγαγὼν ἐνεκαρτέρησε τῇ χειρουργίᾳ· τοῦ δὲ ἰατροῦ μεταβαίνοντος ἐπὶ θάτερον, οὐκ ἠθέλησεν εἰπὼν οὐκ εἶναι τὸ θεράπευμα τῆς ἀλγηδόνος ἄξιον.

ἐπεὶ δὲ Λούσιος ὁ ἀδελφιδοῦς, αὐτοῦ τὸ δεύτερον ὑπατεύοντος, ἐβιάζετο τῶν ἐν ὥρᾳ στρατευομένων τινὰ ὀνόματι Τρεβώνιον, ὁ δὲ ἀπέκτεινεν αὐτόν, καὶ πολλῶν κατηγορούντων οὐκ ἠρνήσατο κτεῖναι τὸν ἄρχοντα, τὴν δὲ αἰτίαν εἶπε καὶ ἀπέδειξε· κελεύσας ὁ [*](ὁ*: οὗν ὁ) Μάριος τὸν ἐπὶ ταῖς ἀριστείαις διδόμενον στέφανον κομισθῆναι τῷ Τρεβωνίῳ περιέθηκε.

τοῖς δὲ Τεύτοσι παραστρατοπεδεύσας ἐν χωρίῳ ὀλίγον ὕδωρ ἔχοντι, τῶν στρατιωτῶν διψῆν λεγόντων, δείξας αὐτοῖς ποταμὸν ἐγγὺς ῥέοντα τῷ χάρακι τῶν πολεμίων ἐκεῖθεν ὑμῖν ἔστιν εἶπε

ποτὸν ὤνιον αἵματος. οἱ δὲ ἄγειν παρεκάλουν, ἕως ὑγρὸν ἔχωσι τὸ αἷμα καὶ μήπω πᾶν ὑπὸ τοῦ διψῆν ἐκπεπηγός

ἐν δὲ τοῖς Κιμβρικοῖς πολέμοις Καμαρίνων [*](Καμερίνων Vit. Mar c. 28) χιλίους ἄνδρας ἀγαθοὺς γενομένους ὁμοῦ Ῥωμαίους ἐποίησε, κατʼ οὐδένα νόμον· πρὸς δὲ τοὺς ἐγκαλοῦντας ἔλεγε τῶν νόμων οὐκ ἐξακοῦσαι διὰ τὸν τῶν ὅπλων ψόφον.

ἐν δὲ τῷ ἐμφυλίῳ πολέμῳ περιταφρευόμενος καὶ πολιορκούμενος ἐκαρτέρει, τὸν οἰκεῖον ἀναμένων καιρόν. εἰπόντος δὲ Πομπαιδίου [*](Πομπαιδίου W: πομπίου ) Σίλωνος πρὸς αὐτόν εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, καταβὰς διαγώνισαι σὺ μὲν οὖν εἶπεν εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι καὶ μὴ βουλόμενον.

Κάτλος Λουτάτιος ἐν τῷ Κιμβρικῷ πολέμῳ παρὰ τὸν Ἀτίσωνα ποταμὸν στρατοπεδεύων, ἐπεὶ τοὺς βαρβάρους ὁρῶντες οἱ Ῥωμαῖοι διαβαίνειν ἐπιχειροῦντας ἀνεχώρουν, μὴ δυνάμενος αὐτοὺς κατασχεῖν ὥρμησεν εἰς τοὺς πρώτους τῶν ἀποτρεχόντων, ὅπως δοκῶσι μὴ φεύγειν τοὺς πολεμίους, ἀλλὰ τῷ στρατηγῷ κατακολουθεῖν.

[*](συλλα*: συλλου)

Σύλλας ὁ εὐτυχὴς ἀναγορευθεὶς τῶν μεγίστων εὐτυχιῶν ἐποιεῖτο δύο, τὴν Πίου Μετέλλου φιλίαν,

καὶ τὸ μὴ κατασκάψαι τὰς Ἀθήνας ἀλλὰ φείσασθαι τῆς πόλεως.

Γάιος Ποπίλλιος ἐπέμφθη πρὸς Ἀντίοχον ἐπιστολὴν παρὰ τῆς συγκλήτου κομίζων, κελεύουσαν ἀπάγειν ἐξ Αἰγύπτου τὸ στράτευμα καὶ μὴ σφετερίζεσθαι τῶν Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν· προσιόντα δʼ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου τοῦ Ἀντιόχου φιλοφρόνως, οὐκ ἀντασπασάμενος τὸ γραμματεῖον ἐπέδωκεν· ἐπεὶ δὲ ἀναγνοὺς ἔφη βουλεύσεσθαι καὶ δώσειν τὴν ἀπόκρισιν, τῷ κλήματι γῦρον περὶ αὐτὸν ὁ Ποπίλλιος περιέγραψεν εἰπών ἐνταῦθα τοίνυν ἑστὼς βούλευσαι καὶ ἀπόκριναι. πάντων δὲ τὸ φρόνημα τοῦ ἀνδρὸς καταπλαγέντων τοῦ τε Ἀντιόχου ποιήσειν ὁμολογοῦντος τὰ δοκοῦντα Ῥωμαίοις, οὕτως ἠσπάσατο καὶ περιέπτυξεν αὐτὸν ὁ Ποπίλλιος.

Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα μυριάδας στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νοννῶν [*](νοννῶν*: νόννων) ὀκτωβρίων, ἐν ᾗ πρότερον ὑπὸ Κίμβρων ἡ μετὰ Καιπίωνος [*](Καιπίωνος X: σκιπίωνος ) διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, οὐκοῦν ἔφη σήμερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ Ῥωμαίοις.

τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε νενικήκαμεν, ὦ συστρατιῶται· καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.

Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δὲ ὢν παντάπασι τῇ Σύλλα μερίδι προσέθηκεν αὑτόν· καὶ μήτε ἄρχων μήτε βουλεύων πολλοὺς ἐκ τῆς Ἰταλίας ἐστρατολόγησε. καὶ Σύλλα καλοῦντος οὐκ ἔφη δίχα λαφύρων οὐδὲ ἀναίμακτον ἐπιδεῖξαι [*](ἐπιδείξειν an ἂν ἐπιδεῖξαι?) τῷ αὐτοκράτορι τὴν δύναμιν· οὐδʼ ἦλθε πρότερον πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι τοὺς στρατηγοὺς τῶν πολεμίων.

ἐπεὶ δὲ πεμφθεὶς εἰς Σικελίαν ὑπὸ Σύλλα στρατηγὸς ἐπυνθάνετο τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἐκτρεπομένους βιάζεσθαι καὶ ἁρπάζειν, τοὺς μὲν ἄλλως πλανωμένους καὶ περιθέοντας ἐκόλασε, τῶν δὲ πεμπομένων ὑπʼ αὐτοῦ σφραγῖδας ἐπέβαλε [*](ἐπέβαλε*: ἐπέβαλλε) ταῖς μαχαίραις.

Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἷός τε ἦν ἀποσφάττειν ἅπαντας· Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθʼ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα,

τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος; ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.