Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος· ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστὰς ὥσπερ οὐκ ἔχοντες εἶπεν ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.

Ποστουμίου δὲ Ἀλβίνου [*](Ἀλβίνου X: λαβιήνου ) γράψαντος ἱστορίας Ἑλληνιστὶ καὶ συγγνώμην παρὰ τῶν ἀκροωμένων αἰτοῦντος, εἰρωνευόμενος ὁ Κάτων ἔφη δοτέον εἶναι συγγνώμην, εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς ἔγραψε,

Σκιπίωνα τὸν νεώτερον λέγουσιν ἔτεσι πεντήκοντα καὶ τέτταρσιν, οἷς ἐβίωσε, μηδὲν πρίασθαι μηδὲν ἀποδόσθαι μηδὲν οἰκοδομῆσαι, λίτρας δὲ

ἀργύρου τρεῖς καὶ τριάκοντα μόνας ἐν οὐσίᾳ μεγάλῃ δύο δὲ χρυσίου καταλιπεῖν καὶ ταῦτα Καρχηδόνος κύριον ὄντα καὶ μάλιστα τῶν στρατηγῶν πλουτίσαντα τοὺς στρατιώτας.

τὸ δὲ Πολυβίου παράγγελμα διαφυλάττων ἐπειρᾶτο μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα συνήθη καὶ φίλον ἁμωσγέπως τῶν ἐντυγχανόντων.

ἔτι δὲ νέος ὢν τοσαύτην εἶχε δόξαν ἀνδρείας καὶ συνέσεως, ὥστε Κάτωνα μὲν τὸν πρεσβύτερον εἰπεῖν ἐρωτηθέντα περὶ τῶν ἐν Καρχηδόνι στρατευομένων, ἐν οἷς καὶ Σκιπίων ἦν,

οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν. [*](Hom. κ 495)

εἰς δὲ τὴν Ῥώμην ἐλθόντος ἀπὸ στρατείας, [*](ἀπὸ στρατείας] ἐπὶ ὑπατείαν W) ἐκάλουν αὐτὸν οὐκ ἐκείνῳ χαριζόμενοι, ἀλλʼ ὡς Καρχηδόνα διʼ ἐκείνου ταχὺ καὶ ῥᾳδίως ληψόμενοι·

ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, μὴ σὺ [*](μὴ σὺ] εἰς Duebnerus. Aliud latet) τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν [*](ἐμβαλεῖν*: ἐμβαλλεῖν) κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν· ἔφη γελοῖον εἶναι κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως; ἐντὸς ὄντας εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις.

εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν, ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.

τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι πάντων ἀγόντων καὶ φερόντων.