Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Γνάιος, [*](Γνάιος M: γάϊος ) Δομίτιος, ὃν Σκιπίων ὁ μέγας ἀνθʼ ἑαυτοῦ τῷ ἀδελφῷ Λευκίῳ παρακατέστησεν ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ, κατασκεψάμενος τὴν τῶν πολεμίων φάλαγγα, καὶ τῶν περὶ αὐτὸν ἡγεμονικῶν εὐθὺς ἐπιχειρεῖν κελευόντων, ἔφη τὴν ὥραν οὐκ ἐπαρκεῖν, ἵνα τοσαύτας μυριάδας κατακόψαντες καὶ διαρπάσαντες τὴν. ἀποσκευὴν ἐπανελθόντες εἰς τὸ στρατόπεδον ἑαυτῶν ἐπιμεληθῶσι, τὸ δὲ αὐτὸ ποιήσειν

αὔριον καθʼ ὥραν καὶ συμβαλὼν τῇ ὑστεραίᾳ πεντακισμυρίους τῶν πολεμίων ἀνεῖλεν.

Πόπλιος Λικίνιος ὕπατος; στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ, δισχιλίους ὀκτακοσίους ἀπέβαλε τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας· ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευεν ὁ νενικημένος τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθʼ αὑτόν.

Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν· ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός

ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν· εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν ἡμῖν κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον, ἀγαθῇ τύχῃ εἶπεν ὦ θύγατερ καὶ δέχομαι τὸν οἰωνόν.

εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.