Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης; θαυμάζειν, ὅτι οὕτως; ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον

κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου,

χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπείραται γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.