Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἰάσονος δὲ τοῦ Θεσσαλῶν μονάρχου συμμάχου μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ, τὸ μὲν χρυσίον οὐκ ἔλαβε , τὸν δὲ Ἰάσονα θεασάμενος ἀδίκων ἔφη χειρῶν ἄρχεις· αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος παρά τινος τῶν πολιτῶν, ἐφόδιον τῆς στρατιᾶς, ἐνέβαλεν εἰς Πελοπόννησον.

αὖθις δὲ τοῦ Περσῶν βασιλέως τρισμυρίους δαρεικοὺς ἀποστείλαντος αὐτῷ , καθήψατο πικρῶς Διομέδοντος, εἰ τοσοῦτον πλοῦν πέπλευκε διαφθερῶν Ἐπαμεινώνδαν· πρὸς δὲ τὸν βασιλέα λέγειν ἐκέλευσεν ὅτι τὰ συμφέροντα Θηβαίοις φρονῶν ἕξει προῖκα φίλον Ἐπαμεινώνδαν· τὰ δὲ μὴ συμφέροντα πολέμιον.

ἐπεὶ δὲ Ἀργεῖοι μὲν ἐγένοντο σύμμαχοι Θηβαίων, Ἀθηναίων δὲ πρέσβεις εἰς Ἀρκαδίαν παραγενόμενοι κατηγόρουν ἀμφοτέρων, καὶ Καλλίστρατος ὁ ῥήτωρ ὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν , ἐπαναστὰς ὁ Ἐπαμεινώνδας ὁμολογοῦμεν ἔφη καὶ παρʼ ἡμῖν πατροκτόνον γενέσθαι καὶ παρʼ Ἀργείοις μητροκτόνον· ἀλλὰ τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ ὑπεδέξαντο,

πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα

τῶν Θηβαίων κατηγορήσαντας οὗτοι μέντοι εἶπεν ὑμᾶς βραχυλογοῦντας ἔπαυσαν.