Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη τίς γὰρ αὐτὸν ψέγει;

Ἐπαμεινώνδου [*](Ἐπαμεινώνδου hic et infra *: ἐκαμινώνδου ) τοῦ Θηβαίου στρατηγοῦντος,

οὐδέποτε πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.

ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι κάλλιστον,

τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, διʼ ἣν οὐχ ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.

οὕτω δὲ ἦν εὐτελὴς περὶ τὴν δίαιταν, ὥστε κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων καὶ ὄψων καὶ μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών ἐγώ σε θύειν ᾠόμην οὐχ ὑβρίζειν.

τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων δαπάνην ἀπολογιζομένου, πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν , ἀλλʼ εἰ τοσοῦτον ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.

ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως· εἶπεν ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.

ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης ἀφῆκεν, εἰπὼν

ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς

ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι, τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοὶ δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι πρὸς τοὺς χείρονας ἰδών.

πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.

ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ [*](τὸ τοῦ*: τὸ τῶν γειναμένων αὐτὸν τοῦ) πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.

εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός· τῶν δὲ φίλων ἐρωτώντων μὴ τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, οὐδέν εἶπεν ἀλλʼ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς.