Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Εὐδαμίδας [*](Εὐδαμίδας X: εὐδαιμονίδας ) ἰδὼν ἐν Ἀκαδημείᾳ [*](Ἀκαδημείᾳ*: ἀκαδημίᾳ) Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν εἶπεν αὐτῇ χρήσεται;

πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος, ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος ἔφη θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται. [*](περισεσάλπγκται Stob. 54, 65)

Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν

Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους μόνοι γοῦν εἶπεν ἡμεῖς; οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.

ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν; ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν , ἡμεῖς δὲ οὐδέποτε εἶπεν ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη τίς γὰρ αὐτὸν ψέγει;