Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Εὐδαμίδας [*](Εὐδαμίδας X: εὐδαιμονίδας ) ἰδὼν ἐν Ἀκαδημείᾳ [*](Ἀκαδημείᾳ*: ἀκαδημίᾳ) Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν εἶπεν αὐτῇ χρήσεται;
πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος, ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος ἔφη θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται. [*](περισεσάλπγκται Stob. 54, 65)