Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.

λόγου δὲ περὶ τῆς Ἀλεξάνδρου τελευτῆς ἐμπεσόντος ἀδεσπότου καὶ τῶν ῥητόρων ἀναπηδώντων εὐθὺς ἐπὶ τὸ βῆμα καὶ μὴ μέλλειν ἀλλὰ πολεμεῖν ἤδη κελευόντων, ὁ Φωκίων ἠξίου περιμεῖναι καὶ γνῶναι βεβαίως. εἰ γὰρ τήμερον ἔφη τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην [*](εἰς τρίτην W: εἰσέτι ) τεθνηκώς.

τοῦ δὲ Λεωσθένους εἰς τὸν πόλεμον ἐμβαλόντος τὴν πόλιν, ἐλπίσι λαμπραῖς πρὸς τὸ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς ἡγεμονίας ἐπαιρομένην, τοὺς λόγους αὐτοῦ ταῖς κυπαρίττοις ἀπείκαζε·

καλοὶ γὰρ ὄντες ἔφη καὶ ὑψηλοὶ καρπὸν οὐκ ἔχουσι. κατωρθωμένων δὲ τῶν πρώτων καὶ τῆς πόλεως εὐαγγέλια θυούσης, ἐρωτηθεὶς εἰ ταῦτα ἤθελεν αὑτῷ [*](αὐτῷ W: οὕτω ) πεπρᾶχθαι πεπρᾶχθαι μὲν οὖν ἔφη ταῦτα, βεβουλεῦσθαι δὲ ἐκεῖνα.

τῇ δὲ Ἀττικῇ τῶν Μακεδόνων προσβαλόντων καὶ πορθούντων τὴν παραλίαν, ἐξήγαγε τοὺς ἐν ἡλικίᾳ· πολλῶν δὲ συντρεχόντων πρὸς αὐτὸν καὶ παρεγκελευομένων ἐκεῖνον τὸν λόφον καταλαβεῖν ἐνταῦθα τάξαι τὴν δύναμιν, ὦ Ἡράκλεις εἶπεν ὡς πολλοὺς ὁρῶ στρατηγούς, στρατιώτας δὲ ὀλίγους. οὐ μὴν ἀλλὰ συμβαλὼν ἐκράτησε καὶ διέφθειρε Νικίωνα [*](Νικίωνα] Μικίωνα Vit. Phoc. c. 25) τὸν ἄρχοντα τῶν Μακεδόνων.

μετʼ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπʼ Ἀντιπάτρου· Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος , ἀγανακτήσας εἶπε μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν, ἐφʼ λήψεται νῦν τότε μὴ δεξάμενος.