Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας ἀφῆκεν.

Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι,

πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.

πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦσθαι καὶ τὴν κεφαλὴν ἀποτίλλεσθαι, μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.

Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρʼ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς αὐτῷ λάβε εἶπεν ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.