Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, οὐ τὸν στρατηγόν εἶπεν ὁ Τιμόθεος ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.

Χαβρίας ἔλεγε κάλλιστα στρατηγεῖν τοὺς μάλιστα γινώσκοντας τὰ τῶν πολεμίων.

δίκην δὲ φεύγων προδοσίας μετὰ Ἰφικράτους, ἐπιτιμῶντος αὐτῷ τοῦ Ἰφικράτους ὅτι κινδυνεύων εἰς τὸ γυμνάσιον βαδίζει καὶ τὴν εἰωθυῖαν ὥραν ἀριστᾷ, τοιγαροῦν εἶπεν ἂν ἄλλο τι γνῶσι περὶ ἡμῶν Ἀθηναῖοι, σὲ μὲν αὐχμῶντα καὶ ἄσιτον, ἐμὲ δὲ ἠριστηκότα καὶ ἀληλιμμένον ἀποκτενοῦσιν.

εἰώθει δὲ λέγειν ὅτι φοβερώτερόν ἐστιν ἐλάφων στρατόπεδον ἡγουμένου λέοντος ἢ λεόντων ἐλάφου.

Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις· ἐκ τῆς ἐκκλησίας πόλεμον εἰσηγῇ ναὶ μὰ Δία εἶπε καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.